Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἰδέειν κρατέρ' ἄλγεα πάσχοντα ἢ θαλερὸν κατὰ δάκρυ χέοντα, νύμφης ἐν μεγάροισι Καλυψοῦς, (ῃερς. 143.) καὶ τὰ ἐφεξῆς τρία ἔπη· ὧν ἔννοια τὸ μὴ δύνασθαι τὸν Ὀδυσσέα οἴκαδε ἱκέσθαι διὰ τὸ μὴ ἔχειν νῆάς τε καὶ ἑταίρους. κἀνταῦθα στήσας τὴν ἀνακεφαλαίωσιν, ὅτι μηδὲ ἐχρῆν περαιτέρω προβῆναι, μὴ καὶ μαθοῦσά τι περὶ τοῦ Ὀδυσσέως ἀγαθὸν ἡ γυνὴ βλάψῃ τὰ ἐφεξῆς, ὡς καὶ προδεδήλωται, ἐπάγει συμπληρωτικῶς· (ῃερς. 148.) ταῦτα τελευτήσας νεόμην. ἔδωκε δέ μοι οὖρον θεὸς ἀθάνατος, ὅς με ὦκα φίλην ἐς πατρίδ' ἔπεμψε. καὶ οὕτω μὲν αὐτῇ οὐδὲν εἶπε σαφὲς ἀγαθὸν περὶ τοῦ πατρὸς, ἀλλ' ἢ μόνον ὅτι ζῇ, ἀδύνατον ἔχων τὴν ἐπάνοδον. ὁ μέντοι Θεοκλύμενος ἀναπληρῶν τὸ τοῦ παιδὸς ἔλλειμα ἀγαθὰ τῇ Πηνελόπῃ μαντεύσεται, ὡς ἐφεξῆς εἰρήσεται. (ῃερς. 125.) Σημείωσαι δὲ, ὅτι πολλῶν παρὰ Μενελάῳ λαληθέντων περὶ Ὀδυσσέως εἰς ἔπαινον τὰ ἀνθηρότερα ὁ νεανίας ῥήτωρ ἐν τῇ ἀνακεφαλαιώσει ἐκλεξάμενος εἶπε, τήν τε ῥηθεῖσαν δηλαδὴ παραβολὴν καὶ τὸ κατὰ τὸν Φιλομηλείδην, περὶ ὧν ἤδη προγέγραπται ἱκανῶς. (ῃερς. 118.) Ὅρα δὲ ὅτι τε καὶ πρὸς τὴν Ἑλένην φιλοφρόνως ἔσχε διὰ τὴν ξενίαν ὁ Τηλέμαχος· διὸ οὐδενὸς ἄλλου τῶν ἐν τῇ ἀποδημίᾳ γνωσθέντων προσώπων κατ' ἐξαίρετον ἐμνήσθη, ἀλλὰ μόνης αὐτῆς ὡς μέγιστόν τι ἰδών· καὶ οὐδὲ φορτικόν τι περὶ αὐτῆς εἶπεν, (ῃερς. 119.) ἀλλὰ καὶ μᾶλλον ὑπεραπελογήσατο ἐν τῷ εἰπεῖν, 2.137 θεῶν ἰότητι γενέσθαι τὰ κατ' αὐτὴν, ὅ περ ἔθος ἦν τοῖς παλαιοῖς νοεῖν, εἰωθόσιν ἀνατιθέναι τῷ θείῳ καὶ τὰς τῶν τοιούτων αἰτίας, ὡς καὶ Ὀδυσσεὺς πρὸ τούτων ἔφη τὸ, οὐδέ τις ἄλλος αἴτιος, ἀλλὰ Ζεὺς ∆αναὸν στρατὸν ἤχθηρεν. ἐπορίσατο δὲ τὴν τοιαύτην ἔννοιαν ὁ Τηλέμαχος ἐξ αὐτῆς Ἑλένης, ἥ τις ἐν τῇ δέλτα ῥαψῳδίᾳ τὴν Ἀφροδίτην αἰτιᾶται τῆς κατ' αὐτὴν ἁρπαγῆς. (ῃερς. 110.) Ὅρα δὲ καὶ ὅτι δόμους ὑψηλοὺς τοὺς τοῦ Νέστορος λέγει, ὡς εἰκὸς ὂν, καὶ ὑπερῷα εἶναι τινὰ ἐν αὐτοῖς. (ῃερς. 111 ετ 113.) Τὸ δὲ ἐνδυκέως λέξις φίλη ποιηταῖς, διὸ καὶ δὶς ἐνταῦθα ἐῤῥέθη διὰ τὸ ὡς ἐν ποιήσει καίριον. Τὸ δὲ ἐφίλει καὶ ἐκόμιζε ταυτά εἰσιν, ὡς δηλοῖ τὸ, ἐνδυκέως ἐκόμιζε, καὶ τὸ, ἐνδυκέως ἐφίλει, τουτέστιν ἐφιλοφρονεῖτο. (ῃερς. 119.) Τὸ δὲ ἐμόγησαν σεμνῶς ἔφη ὁ Τηλέμαχος διὰ τὴν Ἑλένην. εἰπεῖν γὰρ ἧς εἵνεκα ὤλοντο ἤ τι τοιοῦτον ὀκνεῖ διὰ τὸ δυσφημότερον. εἰ γὰρ καὶ ἐκείνη ἕνεκα αὐτῆς κυνώπιδος τὰ ἐν Ἰλίῳ κακὰ γενέσθαι φησὶν, ἀλλ' ὁ Τηλέμαχος ὥς περ αὐτὸ φεισάμενος εἰπεῖν ἔφη θεῶν ἰότητι προβῆναι αὐτὰ, οὕτως οὐδ' ἄλλο τι ἐθέλει φάναι δύσφημον ἀκολούθως τῷ πατρὶ εἰπόντι που, Ἑλένης μὲν ἀπολόμεθα εἵνεκα πολλοί. Ὅρα δὲ ἐν τῇ ῥηθείσῃ ἀνακεφαλαιώσει καὶ ὡς ὤκνησεν ὁ ποιητὴς παραφράσαι τι· διὸ ξηρὰ ἔπη ἐκ τῶν προφρασθέντων ἔθετο, καθάπερ αὐτὸς ἐπέκρινε. (ῃερς. 141.) Ἔτι ὅρα καὶ ὅτι οὐκ ἐξ ἀνάγκης ὅτε τις εἴπῃ ὡς οὐ τόδε οὐδὲ τόδε, διάφορά τινα δηλοῖ. ἐνταῦθα γὰρ εἰπὼν, ὡς οὐδέν τι κρύψω ἔπος οὐδ' ἐπικεύσω, οὐδὲν ἔφη διάφορον. ταυτὸν γὰρ κρύψαι καὶ κεῦσαι. (ῃερς. 152.) Ὅτι πλάσας ὁ ποιητὴς τὸν Τηλέμαχον ἃ μὲν παρὰ Νέστορος καὶ Μενελάου ἤκουσεν, εἰπόντα, σιγῶντα δὲ ἅ περ αὐτὸς οἶδεν ἀκούσας περὶ τοῦ νόστου, ποιεῖ τὸν Θεοκλύμενον εὐθὺς εἰπόντα οὕτως· ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, ἤτοι ὅ γ' οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον· ἀτρεκέως γάρ τοι μαντεύσομαι οὐδ' ἐπικεύσω. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα, ἱστίη τ' Ὀδυσσέως ἀμύμονος, ἣν ἀφικάνω, οὓς δὴ στίχους καὶ πρὸ τούτων ὁ Ὀδυσσεὺς πρὸς τὸν Εὔμαιον ἔφη, ὡς ἤτοι Ὀδυσσεὺς ἤδη ἐν πατρίδι γαίῃ ἥμενος ἢ ἕρπων, τουτέστι κρύφα καὶ οὐ κατ' ὀρθὸν βαδίζων, τάδε πευθόμενος κακὰ ἔργα ἐστίν. ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει. καὶ λέγει μὲν (ῃερς. 160.) οἰωνὸν φράσασθαι τὸν ταῦτα δηλοῦντα, ὡς προδεδήλωται. οὐκ ἔστι δὲ πιστὸς αὐτὸς οὕτως εἰπὼν, ὡς ἐὰν ὁ Τηλέμαχος τοιοῦτόν τι ἀπήγγειλε. καὶ ἰδοὺ εὐμεθόδως ὁ ποιητὴς ἐδήλωσε μὲν τῇ γυναικὶ, ὡς ἐν Ἰθάκῃ ἐστὶν Ὀδυσσεὺς, οὐκ ἐπληροφόρησε δέ. (ῃερς. 156.) Ἱστίην δὲ καὶ νῦν τὴν ἐσχάραν λέγει, τὴν καὶ ἑστίαν λεγομένην, τοῦτο μὲν ἐκ τοῦ ἑστάναι, ἐκεῖνο δὲ ἐκ τοῦ ἵστασθαι. αἰτία γὰρ αὕτη τοῦ τὸν οἶκον συνεστάναι καὶ ἵστασθαι διὰ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 156

τὰς ἐν αὐτῇ ὁσημέραι θυσίας. ὅθεν καὶ Ζεὺς ἐφέστιος καὶ ἑστιοῦχος, καὶ Ἑστία θεὰ παρ' Ἀττικοῖς, καὶ ὁ ὅλος δὲ οἶκος ἀπ' αὐτῆς ἑστία ὡς καιρίου μέρους, καθὰ καὶ βωμὸς ὁ ναὸς ἀπὸ τοῦ ἐν αὐτῷ βωμοῦ. (ῃερς. 161.) Ὅτι ἐν τῷ, ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν ἀντὶ τοῦ ἐγεγώνεον, δηλοῦται περισπώμενον ῥῆμα εἶναι τὸ γεγωνῶ· ἐξ οὗ γεγωνὼς μετοχὴ, συγκεκομμένη ἐκ τοῦ γεγωνηκὼς, ὁμοία τῷ, εἰδηκὼς καὶ ἐν συγκοπῇ εἰδώς. (ῃερς. 163.) Ὅτι ὑποσχετικὸν ἐπὶ ἀγαθῇ ἀγγελίᾳ τὸ, αἲ γὰρ, ἀντὶ τοῦ εἴθε, τοῦτο ἔπος τετελεσμένον εἴη, τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι. λέγει δὲ φιλότητα καὶ νῦν τὴν φιλίαν. (ῃερς. 165.) Ὅτι δὲ τοῦ συναντόμενος τὸ θέμα ἄντω ἐστὶ, καὶ πρὸ ὀλίγων εἴρηται. (ῃερς. 168.) Ὅτι καὶ ἐνταῦθα ὡς καὶ πρὸ τούτων οἱ μνηστῆρες ὕβριν ἔχοντες οὐ μὴν εὐτάκτως γυμναζόμενοι δίσκοισι τέρπονται καὶ αἰγανέῃσιν ἐν τυκτῷ δαπέδῳ. ἀέθλων δὲ σχῆμα τὰ τοιαῦτα ἦσαν, ὡς ὁ Μέδων κολακεύων ἐρεῖ. ἐνταῦθα δὲ ἐφιστῶσιν οἱ παλαιοὶ, ὡς ἰδοὺ καὶ οἱ ἀκρατέστατοι μνηστῆρες ἐπὶ μελέτην ἀθλητικὴν τρεπόμενοι δίσκοις ἐτέρποντο καὶ αἰγανέαις, τῇ παιδιᾷ τὰ πρὸς σπουδὴν ἐκμελετῶντες. βούλεται δὲ ἡ τοιαύτη ἐπιστασία παιδεύειν, μὴ χρῆναι ἄνεσιν ἀεὶ ἔχειν τὸν ἄνθρωπον, ἀλλὰ καὶ ἐντείνεσθαι ὁπωσοῦν εἰς ἔργα σπουδαιότερα. (ῃερς. 170.) Ὅτι ἐν τῷ, ἀλλ' ὅτε δὴ δειπνηστὸς ἢ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα πάντοθεν ἐξ ἀγρῶν, μῆλα πάντα τετράποδα λέγει ὡς ἀπὸ μέρους. οὐ γὰρ πρόβατα μόνον ἱέρευον, ἀλλὰ καὶ σύας σιάλους καὶ αἶγας καὶ βοῦς ἀγελαίας, ὡς εὐθὺς δηλοῖ τὰ ἐφεξῆς. δοκεῖ δὲ κρεῖττον εἶναι δειπνητὸς γράφειν ὁμοίως τῷ ἀμητός. ἔστι δὲ δειπνηστὸς ἢ δείπνηστος ὁ τοῦ δείπνου καιρός· ἄλλως δὲ σαφέστερον εἰπεῖν, δειπνητὸς ὀξυτόνως αὐτό φασι τὸ δεῖπνον, βαρυτόνως δὲ ἡ ὥρα τοῦ δείπνου· ὃ δὴ καὶ ἐπὶ τοῦ ἀμητὸς καὶ ἄμητος παρατετήρηται. (ῃερς. 172.) Ὅτι συνετὸς ὁ κῆρυξ Μέδων πλάττεται καὶ ὡς εἰπεῖν ἀμφοτεροδέξιος καὶ οἷόν τις κόθορνος, εἴ γε μὴ μόνον τοῖς 2.138 τοῦ Ὀδυσσέως εὔνους ἦν, ἀλλὰ καὶ μνηστῆρσι μάλιστα ἥνδανε κηρύκων, καί σφιν παρεγίνετο δαιτὶ, ὡς ὁμοτράπεζος, ὃ μέγα ἐδόκει εἶναι κατά τι ἐξαίρετον. Ὅρα δὲ τὸ, μάλιστα κηρύκων· ὡς γὰρ Ἀμφίνομος ἥνδανε τῇ Πηνελόπῃ οὐχ' ἁπλῶς ἀλλὰ πλέον τῶν ἄλλων μνηστήρων, οὕτω καὶ ὁ Μέδων φιλεῖται τοῖς μνηστῆρσιν οὐ κυρίως οὐδ' ἀπολύτως, ἀλλ' ὑπὲρ τοὺς ἄλλους κήρυκας ὡς δεξιώτερος. (ῃερς. 174.) Ὅτι τρυφώντων ἀεθλευτῶν εἴτε καὶ θεατῶν τὸ, ἐπειδὴ πάντες ἐτέρφθητε φρέν' ἀέθλοις, ἔρχεσθε πρὸς δώματα ἵνα ἐντυνώμεθα, τουτέστιν ὁπλίσωμεν, δαῖτα. Παίδευσις δὲ γνωμικὴ περὶ δαιτὸς τὸ, (ῃερς. 176.) οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ, τουτέστι κατὰ καιρὸν, δεῖπνον ἑλέσθαι. (ῃερς. 177.) Εὐπειθείας δὲ παραστατικὸν τὸ, ὣς ἔφαθ'· οἱ δ' ἀναστάντες ἔβαν πείθοντό τε μύθῳ. Ἑτοιμασία δὲ πρὸς ἔργον μάλιστα δαιτὸς τὸ, (ῃερς. 179.) χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, οἱ δ' ἱέρευον τὰ ῥηθέντα μῆλα, ἤγουν ὄϊς μεγάλους καὶ πίονας αἶγας. ἱέρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην, δαῖτα ἐντυνόμενοι. (ῃερς. 180.) Καὶ ὅρα ὅτι τοῦ ἱερεύειν οὐκ ἔχει λέξιν καιριωτέραν ἐν τοῖς τοιούτοις ὁ ποιητής. (ῃερς. 187.) Ὅτι φιλῶν τὸν ξένον Ὀδυσσέα ὁ Εὔμαιος φησίν· ὡς ἐγὼ μὲν αὐτοῦ, τουτέστιν ἐνταῦθα, βουλοίμην σταθμῶν ῥητῆρά σε γενέσθαι, ὅ ἐστι φύλακα. ἀλλὰ τὸν, ἤγουν τὸν δεσπότην Τηλέμαχον, αἰδέομαι καὶ δείδια μή με ὀπίσσω νεικείῃ· χαλεπαὶ δέ τ' ἀνάκτων εἰσὶν ὁμοκλαί· τοῦτο δὲ καὶ γνωμικῶς ἐῤῥέθη· καὶ οὕτως εἰπὼν συναπέρχεται τῷ Ὀδυσσεῖ εἰς τὴν πόλιν. ἦν δὲ 2.138 οὐκέτι πρωῒ, ὡς δηλοῖ τὸ, δὴ γὰρ μέμβλωκε μάλιστα ἦμαρ, ὅ περ ἐφερμηνεύων φησίν· ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται, ἤγουν ταχὺ πρὸς ἑσπέραν ῥιγώσεις ἐκ τοῦ ψύχους, ὥστε μέμβλωκεν οὕτω τὸ ἦμαρ, εἰ ταχὺ ἑσπέρα ἔσται. εἰ δὲ τοῦτο, οὐκ ἄρα ἐνταῦθα δεῖπνος τὸ πρωϊνὸν ἔμβρωμα κατὰ κυριολεξίαν, ἀλλ' ἢ μόνον καθ' ὃ πρὸ δείλης καὶ τοῦ προδόρπου ἦν. (ῃερς. 190.) Τὸ δὲ μέμβλωκεν ἀντὶ τοῦ μεμόληκε, παρῆλθεν, οὗ ἡ σκευωρία ἐν Ἰλιάδι κεῖται, ὡς ἐκ τοῦ μολῶ μολήσω μεμόληκα, καθὰ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 157

ἰδέειν κρατέρ' ἄλγεα πάσχοντα ἢ θαλερὸν κατὰ δάκρυ χέοντα, νύμφης ἐν μεγάροισι

Καλυψοῦς, (ῃερς. 143.) καὶ τὰ ἐφεξῆς τρία ἔπη· ὧν ἔννοια τὸ μὴ δύνασθαι τὸν

Ὀδυσσέα οἴκαδε ἱκέσθαι διὰ τὸ μὴ ἔχειν νῆάς τε καὶ ἑταίρους. κἀνταῦθα στήσας τὴν

ἀνακεφαλαίωσιν, ὅτι μηδὲ ἐχρῆν περαιτέρω προβῆναι, μὴ καὶ μαθοῦσά τι περὶ τοῦ

Ὀδυσσέως ἀγαθὸν ἡ γυνὴ βλάψῃ τὰ ἐφεξῆς, ὡς καὶ προδεδήλωται, ἐπάγει

συμπληρωτικῶς· (ῃερς. 148.) ταῦτα τελευτήσας νεόμην. ἔδωκε δέ μοι οὖρον θεὸς

ἀθάνατος, ὅς με ὦκα φίλην ἐς πατρίδ' ἔπεμψε. καὶ οὕτω μὲν αὐτῇ οὐδὲν εἶπε σαφὲς

ἀγαθὸν περὶ τοῦ πατρὸς, ἀλλ' ἢ μόνον ὅτι ζῇ, ἀδύνατον ἔχων τὴν ἐπάνοδον. ὁ

μέντοι Θεοκλύμενος ἀναπληρῶν τὸ τοῦ παιδὸς ἔλλειμα ἀγαθὰ τῇ Πηνελόπῃ

μαντεύσεται, ὡς ἐφεξῆς εἰρήσεται. (ῃερς. 125.) Σημείωσαι δὲ, ὅτι πολλῶν παρὰ

Μενελάῳ λαληθέντων περὶ Ὀδυσσέως εἰς ἔπαινον τὰ ἀνθηρότερα ὁ νεανίας ῥήτωρ

ἐν τῇ ἀνακεφαλαιώσει ἐκλεξάμενος εἶπε, τήν τε ῥηθεῖσαν δηλαδὴ παραβολὴν καὶ τὸ

κατὰ τὸν Φιλομηλείδην, περὶ ὧν ἤδη προγέγραπται ἱκανῶς. (ῃερς. 118.) Ὅρα δὲ ὅτι

τε καὶ πρὸς τὴν Ἑλένην φιλοφρόνως ἔσχε διὰ τὴν ξενίαν ὁ Τηλέμαχος· διὸ οὐδενὸς

ἄλλου τῶν ἐν τῇ ἀποδημίᾳ γνωσθέντων προσώπων κατ' ἐξαίρετον ἐμνήσθη, ἀλλὰ

μόνης αὐτῆς ὡς μέγιστόν τι ἰδών· καὶ οὐδὲ φορτικόν τι περὶ αὐτῆς εἶπεν, (ῃερς. 119.)

ἀλλὰ καὶ μᾶλλον ὑπεραπελογήσατο ἐν τῷ εἰπεῖν, 2.137 θεῶν ἰότητι γενέσθαι τὰ κατ'

αὐτὴν, ὅ περ ἔθος ἦν τοῖς παλαιοῖς νοεῖν, εἰωθόσιν ἀνατιθέναι τῷ θείῳ καὶ τὰς τῶν

τοιούτων αἰτίας, ὡς καὶ Ὀδυσσεὺς πρὸ τούτων ἔφη τὸ, οὐδέ τις ἄλλος αἴτιος, ἀλλὰ

Ζεὺς ∆αναὸν στρατὸν ἤχθηρεν. ἐπορίσατο δὲ τὴν τοιαύτην ἔννοιαν ὁ Τηλέμαχος ἐξ

αὐτῆς Ἑλένης, ἥ τις ἐν τῇ δέλτα ῥαψῳδίᾳ τὴν Ἀφροδίτην αἰτιᾶται τῆς κατ' αὐτὴν

ἁρπαγῆς. (ῃερς. 110.) Ὅρα δὲ καὶ ὅτι δόμους ὑψηλοὺς τοὺς τοῦ Νέστορος λέγει, ὡς

εἰκὸς ὂν, καὶ ὑπερῷα εἶναι τινὰ ἐν αὐτοῖς. (ῃερς. 111 ετ 113.) Τὸ δὲ ἐνδυκέως λέξις

φίλη ποιηταῖς, διὸ καὶ δὶς ἐνταῦθα ἐῤῥέθη διὰ τὸ ὡς ἐν ποιήσει καίριον. Τὸ δὲ ἐφίλει

καὶ ἐκόμιζε ταυτά εἰσιν, ὡς δηλοῖ τὸ, ἐνδυκέως ἐκόμιζε, καὶ τὸ, ἐνδυκέως ἐφίλει,

τουτέστιν ἐφιλοφρονεῖτο. (ῃερς. 119.) Τὸ δὲ ἐμόγησαν σεμνῶς ἔφη ὁ Τηλέμαχος διὰ

τὴν Ἑλένην. εἰπεῖν γὰρ ἧς εἵνεκα ὤλοντο ἤ τι τοιοῦτον ὀκνεῖ διὰ τὸ δυσφημότερον.

εἰ γὰρ καὶ ἐκείνη ἕνεκα αὐτῆς κυνώπιδος τὰ ἐν Ἰλίῳ κακὰ γενέσθαι φησὶν, ἀλλ' ὁ

Τηλέμαχος ὥς περ αὐτὸ φεισάμενος εἰπεῖν ἔφη θεῶν ἰότητι προβῆναι αὐτὰ, οὕτως

οὐδ' ἄλλο τι ἐθέλει φάναι δύσφημον ἀκολούθως τῷ πατρὶ εἰπόντι που, Ἑλένης μὲν

ἀπολόμεθα εἵνεκα πολλοί. Ὅρα δὲ ἐν τῇ ῥηθείσῃ ἀνακεφαλαιώσει καὶ ὡς ὤκνησεν ὁ

ποιητὴς παραφράσαι τι· διὸ ξηρὰ ἔπη ἐκ τῶν προφρασθέντων ἔθετο, καθάπερ αὐτὸς

ἐπέκρινε. (ῃερς. 141.) Ἔτι ὅρα καὶ ὅτι οὐκ ἐξ ἀνάγκης ὅτε τις εἴπῃ ὡς οὐ τόδε οὐδὲ

τόδε, διάφορά τινα δηλοῖ. ἐνταῦθα γὰρ εἰπὼν, ὡς οὐδέν τι κρύψω ἔπος οὐδ'

ἐπικεύσω, οὐδὲν ἔφη διάφορον. ταυτὸν γὰρ κρύψαι καὶ κεῦσαι. (ῃερς. 152.) Ὅτι

πλάσας ὁ ποιητὴς τὸν Τηλέμαχον ἃ μὲν παρὰ Νέστορος καὶ Μενελάου ἤκουσεν,

εἰπόντα, σιγῶντα δὲ ἅ περ αὐτὸς οἶδεν ἀκούσας περὶ τοῦ νόστου, ποιεῖ τὸν

Θεοκλύμενον εὐθὺς εἰπόντα οὕτως· ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, ἤτοι ὅ γ'

οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον· ἀτρεκέως γάρ τοι μαντεύσομαι οὐδ'

ἐπικεύσω. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα, ἱστίη τ' Ὀδυσσέως

ἀμύμονος, ἣν ἀφικάνω, οὓς δὴ στίχους καὶ πρὸ τούτων ὁ Ὀδυσσεὺς πρὸς τὸν

Εὔμαιον ἔφη, ὡς ἤτοι Ὀδυσσεὺς ἤδη ἐν πατρίδι γαίῃ ἥμενος ἢ ἕρπων, τουτέστι

κρύφα καὶ οὐ κατ' ὀρθὸν βαδίζων, τάδε πευθόμενος κακὰ ἔργα ἐστίν. ἀτὰρ

μνηστῆρσι κακὸν πάντεσσι φυτεύει. καὶ λέγει μὲν (ῃερς. 160.) οἰωνὸν φράσασθαι τὸν

ταῦτα δηλοῦντα, ὡς προδεδήλωται. οὐκ ἔστι δὲ πιστὸς αὐτὸς οὕτως εἰπὼν, ὡς ἐὰν ὁ

Τηλέμαχος τοιοῦτόν τι ἀπήγγειλε. καὶ ἰδοὺ εὐμεθόδως ὁ ποιητὴς ἐδήλωσε μὲν τῇ

γυναικὶ, ὡς ἐν Ἰθάκῃ ἐστὶν Ὀδυσσεὺς, οὐκ ἐπληροφόρησε δέ. (ῃερς. 156.) Ἱστίην δὲ

καὶ νῦν τὴν ἐσχάραν λέγει, τὴν καὶ ἑστίαν λεγομένην, τοῦτο μὲν ἐκ τοῦ ἑστάναι,

ἐκεῖνο δὲ ἐκ τοῦ ἵστασθαι. αἰτία γὰρ αὕτη τοῦ τὸν οἶκον συνεστάναι καὶ ἵστασθαι διὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

156

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!