18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ὑποδδείσας παρηχεῖ μέν πως κατὰ τὸ, τὸν, καὶ ὑπέδδεισαν μάκαρες θεοὶ οὐδέ τ'

ἔδησαν· δηλοῖ δὲ τὸ ἄσχετον τῆς δημοτικῆς ὁρμῆς, ἣ κρεῖσσον πυρὸς κατὰ τὴν

τραγῳδίαν ἀκολάστως ἐπινέμεται τὰ καθ' ὧν ὁρμήσει. μέγα οὖν τι ὠφέλησεν

Ὀδυσσεὺς τὸν Εὐπείθην ἀπαλλάξας αὐτὸν τοῦ κατὰ τὸν δῆμον δέους. (ῃερς. 426.)

Τοὺς δὲ Ταφίους ληϊστῆρας κἀνταῦθα ὁ ποιητὴς ἱστορεῖ. (ῃερς. 427.) ἄρθμιοι δὲ οἱ

κατὰ φιλίαν ἡρμοσμένοι. ἀρθμὸς γὰρ ἡ φιλία, ὡς καὶ ἀλλαχοῦ ἐφάνη. (ῃερς. 428.) Τὸ

δὲ φθῖσαι καὶ τὸ ἀποῤῥαῖσαι ταυτὰ νοοῦσι, καθὰ καὶ τὸ, θάνατόν τε μόρον τε, καὶ τὸ,

μενοεικέα πολλήν. ζωὴν δὲ καὶ νῦν τὸν βίον λέγει, τουτέστι πάντα τὰ εἰς τὸ ζῆν

ἐπιτήδεια. (ῃερς. 431.) Ἐν δὲ τῷ, οἶκον ἄτιμον, οἶκον μὲν λέγει τὰ ἐν τῷ οἴκῳ, ἀπὸ

τοῦ τόπου τὰ ἐν τόπῳ δηλῶν ἤγουν ἐκ τοῦ περιέχοντος τὸ περιεχόμενον, ἄτιμον δὲ

τὸν ἀτιμώρητον, ἢ καὶ ἐπιῤῥηματικῶς ἀντὶ τοῦ ἀτίμως, προῖκα, δωρεάν· μὴ

καταβαλὼν τιμὴν ὅ ἐστι τίμημα τῶν ἐσθιομένων. Ἐνταῦθα δὲ ὅρα καὶ πυκνότητα

καὶ γοργότητα νοημάτων μετὰ κάλλους ἐν τῷ, τοῦ, ἤτοι τοῦ ἱκέτου, οἶκον ἄτιμον

ἔδεις οὗ ὁ πατὴρ Ὀδυσσεὺς μενοεικέα περιεσώσατό σε ζωήν. μνάᾳ δὲ γυναῖκα οὐ

δικαίως, τὴν τοῦ εὐεργέτου. παῖδά τ' ἀποκτείνεις, τὸν πατρῷον δηλαδὴ ἱκέτην. ἐμέ

τε οὐχ' ἁπλῶς ἀλλὰ μεγάλως ἀκαχίζεις, ἣν μεγάλως ἔδει εὐφραίνειν διὰ τὴν

μνηστείαν. τέσσαρες οὖν ἔννοιαι αὐτοτελεῖς δυσὶ στίχοις ἔγκεινται μετὰ παρίσων

τριῶν, τοῦ ἔδεις, κτείνεις, ἀκαχίζεις. ὧν τὸ κτείνεις δριμέως ἐῤῥέθη, ὡς εἰ καὶ ἤδη

ἐνηργεῖτο εἰς τὸν παῖδα ὁ φόνος. θυμοῦ δὲ συγκοπαὶ τὰ ῥηθέντα κόμματα. διὸ καὶ

παύει τὸν λόγον εὐθὺς ἡ φιλόσοφος γυνὴ, μηδὲν ἀγεννὲς ἀξιώσασα, ἀλλὰ βασιλικῶς

εἰποῦσα τὸ, ἀλλά σε παύσασθαι κέλομαι, εἶτα καὶ οἱονεὶ θεραπεύσασα κολακευτικῶς

ἐν τῷ, καὶ ἀνωγέμεν ἄλλους. (ῃερς. 436.) Ὅτι Ἀντίνοος μὲν εἰ καὶ θρασὺς καὶ ὕβριν

ἔχων ὡς προσεχῶς ὠνείδισται, ἀλλ' οὖν σιγᾷ ἐφ' οἷς ἡ Πηνελόπη καταφορικῶς αὐτῷ

προσήνεκται. Εὐρύμαχος δὲ οἷα κρυψίνους ὑπούλως καὶ ἐσχηματισμένως

ἀμειβόμενος τοιαῦτα φησί· θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. οὐκ ἔσθ'

οὗτος ἀνὴρ οὐδ' ἔσσεται οὐδὲ γένηται, ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει

ζώοντός γ' ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον

ἔσται. αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ ἡμετέρῳ. ἐπειὴ καὶ ἐμὲ

πτολίπορθος Ὀδυσσεὺς πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν ἐν

χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν. τῷ μοι Τηλέμαχος πάντων πολὺ

φίλτατός ἐστιν ἀνδρῶν. οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα ἔκ γε μνηστήρων.

θεόθεν δ' οὐκ ἔστ' ἀλέασθαι. καὶ τοιαῦτα μὲν ὁ ὕπουλος Εὐρύμαχος κατά γε σχῆμα·

βούλεται δὲ τῇ ἀληθείᾳ λέγειν, ὅτι ἐμοῦ ζῶντος οὐδεὶς ἔσται, ὃς πρὸ ἐμοῦ ἢ δίχα

ἐμοῦ ἐπιβουλεύεται τῷ Τηλεμάχῳ. (ῃερς. 441.) οὕτω δὲ καὶ τὸ, αἶψά οἱ αἷμα

κελαινὸν ἐρωήσει, δοκεῖ μὲν λέγειν ὅτι τὸ αἷμα τοῦ ἐπιβουλεύ 2.131 σοντος τῷ

Τηλεμάχῳ ῥευσεῖται περὶ τῷ ἐμῷ δόρατι. ἄλλως δὲ δηλοῖ, ὅτι τῷ Τηλεμάχῳ τὸ αἷμα

ἐρωήσει περὶ τῷ τῶν μνηστήρων δόρατι. οὐ γὰρ εἶπε περὶ δουρὶ ἐμῷ, ἀλλὰ ἡμετέρῳ

κοινῶς. (ῃερς. 447.) καὶ μὴν καὶ ἐν τῷ, θεόθεν δ' οὐκ ἔστ' ἀλέασθαι, φαίνεται μὲν

λέγειν, ὅτι τὸν φυσικὸν θάνατον οὐκ ἐκφευξεῖται ὁ Τηλέμαχος. λέγει δὲ ἄλλως αὐτὸ

ἐκεῖνο τὸ ἤδη προβεβουλευμένον, ὅτι δηλαδὴ τεθνήξεται ὑφ' ἡμῶν αὐτῶν, ἐὰν αἱ

τοῦ ∆ιὸς ὡς προείρηται αἰνήσωσι θέμιστες ἤγουν συγκαταινέσωσι προτρέπουσαι

ἡμᾶς· ὁποῖον καὶ τὸ ἐν ἄλλοις τεθὲν πρὸς Τηλέμαχον, ἤ σέ γε λαοὶ ἐχθαίρουσιν

ἐπισπόμενοι θεοῦ ὀμφῇ, ἤγουν θεόθεν ὀτρυνθέντες. ἐπεὶ δὲ ἦν εἰκὸς ἐμβαθῦναι τὴν

δαΐφρονα Πηνελόπην τῷ σχηματισμῷ τοῦ νοήματος καὶ φανερῶς αὐτὰ δύσνοιαν

κατὰ τὴν τραγῳδίαν ἡγήσασθαι, ἀχρειοῖ δῆθεν τὴν ἔμφασιν ὁ Εὐρύμαχος εἰπών· ἐπεὶ

καὶ ἐμὲ πολλάκις ὁ Ὀδυσσεὺς γούνασιν ἐπικαθίσας κρέας ὀπτὸν ἐχείρισε καὶ οἶνον

ἐπέσχε. (ῃερς. 445.) διό μοι Τηλέμαχος οὐχ' ἁπλῶς φίλος οὐδὲ φίλτατος, ἀλλὰ

πάντων πολὺ φίλτατός ἐστιν, ὡς εἰ καὶ ἀδελφὸς διὰ τὴν ἐξ Ὀδυσσέως κηδεμονίαν, ὃ

δὴ καὶ αὐτὸ ἐπίτηδες γελοιάζων φησίν· εἴ περ διὰ μὲν τὸ δίκαιον, οὐκ ἐδεῖται τόν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

149

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!