18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐφέλκεται ἄνδρα σίδηρος. ἡμῖν δέ, φησι, μόνοις, δύο φάσγανα καὶ δύο δοῦρε

καλλιπέειν ἤτοι κατάλιπε, καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι, ἤγουν ὥστε ἑλεῖν αὐτὰ

χερσὶ καὶ ἀντικαταστῆναι τοῖς μνηστῆρσι. τοὺς δὲ Παλλὰς Ἀθηναίη θέλξει, ὡς

ἐῤῥέθη πρὸ μικροῦ, καὶ Ζεὺς, τουτέστιν ὁ ἐν ἡμῖν νοῦς καὶ ἡ φρόνησις. (ῃερς. 288.)

Καὶ ὅρα τὸ τοῦ Ὀδυσσέως βαθὺ καὶ ἐπιχειρηματικόν. συμβουλεύει μὲν γὰρ τῷ υἱῷ·

συστεῖλαι τὰ Ἀρεϊκὰ ὅπλα· ὑποβάλλει δὲ αἰτίαν εἰπεῖν τῆς πράξεως εἴ τίς που αὐτὸν

ἐρωτήσει, μίαν μὲν ὑπὲρ τῶν ὅπλων, ἵνα δῆθεν μὴ ἀχρειῶνται καπνῷ πρόχειρα

κείμενα, (ῃερς. 292.) ἑτέραν δὲ ὑπὲρ τῶν μνηστήρων, μή πως οἴνῳ κατασχεθέντες

ἐπεγερθῶσιν ἀλλήλοις ὡς ἀντερασταί. τοῦτο δὲ ἔχει τι καὶ σκώμματος, εἴ γε

λεληθότως ἐν τῷ δοκεῖν ὑπὲρ αὐτῶν λέγειν σκώπτει αὐτοὺς καὶ ὡς μεθύσους. (ῃερς.

294.) ἐν δὲ τούτοις καὶ γνωμικὸν ἀστείως ὡς ῥήτωρ χορηγεῖ πρὸς ἀπολογίαν τῷ υἱῷ

τὸ, αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος, ἤγουν πρόχειρος εἰς μάχην ἀνὴρ κατὰ τοὺς

παλαιοὺς παρακειμένου σιδήρου, ἵνα ὥς περ σίδηρον ἡ μαγνῆτις, οὕτως αὐτὸς

ἐπάγηται τὸν θυμούμενον καὶ ἀληθῶς ὅπλον ἀχορηγήτου θυμοῦ κατὰ τὸν εἰπόντα

πᾶν τὸ παρατυχόν. (ῃερς. 287.) Ἰστέον δὲ ὅτι εἰ καὶ ἐν ἄλλοις ταυτὸν τὸ παραυδᾶν

καὶ τὸ παρφάσθαι, ἀλλ' ἐνταῦθα, ὡς ἐφάνη, ἀγαθὸν μὲν τὸ παραυδᾶν, τὸ δὲ

παρφάσθαι, ὃ σύστοιχόν ἐστι τῷ παραιφάσκειν καὶ τῇ παραιφάσει, ἔχει τι ψόγου διὰ

τὸ δηλοῦν ἀπάτην καὶ παραλογισμόν. (ῃερς. 282.) Τὸ δὲ πολύβουλος Ἀθήνη, πάνυ

συντελεῖ πρὸς τὸ ἀλληγορικῶς Ἀθηνᾶν τὴν φρόνησιν λέγεσθαι. (ῃερς. 284.) Ἀρήϊα δὲ

τεύχεα πρὸς διαστολὴν τῶν ἐν ἄλλαις τέχναις ὅπλων. (ῃερς. 288.) Τὸ δὲ ἐκ καπνοῦ

κατέθηκα, ἀντὶ τοῦ ἔξω καπνοῦ. καὶ ἔστιν ἀνάπαλιν πρὸς τὸ ὑπὲρ καπνοῦ. ἐκεῖνο

μὲν γὰρ ὡς ἐπὶ πολὺ ἐπὶ τῶν ἀμελουμένων παροιμιάζεται, οἷα τῶν ὑπὲρ καπνοῦ

τιθεμένων ἤδη πως καὶ ἀμελουμένων. τὸ δὲ ἐκ καπνοῦ ἐπιμέλειαν δηλοῖ, ἐπεὶ μὴ

ἐῶνται τὰ τοιαῦτα σώματα καπνίζεσθαι, ἀλλὰ δηλαδὴ ἐκτὸς καπνοῦ τίθενται, ἵνα

λαμπρὰ ὦσι καὶ οὕτως ἐκπληκτικά. ὅτι δὲ τὸ μὴ ἐκ καπνοῦ τὰ ὅπλα τεθεῖσθαι

ἀμέλειαν αὐτῶν ἐμφαίνει, δηλοῖ ὁ γράψας τὸ, ἡ δ' ἀσπὶς ἐν τῷ φεψάλῳ κρεμήσεται,

ἀμεληθεῖσα δηλονότι διὰ τὸ εἰρήνην εἶναι. παράφρασις δὲ πάντως τοῦ καπνοῦ

προκεῖσθαί τι τὸ ἐν φεψάλῳ κρέμασθαι. φέψαλοι γάρ, φασι, καὶ φεψάλυγες, ὧν

χρῆσις καὶ παρὰ Λυκόφρονι, σπινθῆρες ἀναφερόμενοι ἐκ τῶν καιομένων ξύλων, οἷς

οὐκ ἂν εἴη μὴ καὶ καπνὸν συναναφέρεσθαι. οὐ πάρεργον δ' ἐνταῦθα εἰπεῖν καὶ ὅτι ἐκ

τοῦ φέβω φέψω εἴη ἂν ὁ φέψαλος, οὗ δηλαδὴ φέβεταί τις τὸ ἅλμα ἤγουν φεύγει.

(ῃερς. 290.) Τὸ δὲ κατῄκισται ἀντὶ τοῦ κακῶς ἔπαθεν, ἐκ μεταφορᾶς τῶν

αἰκιζομένων σωμάτων· ἢ ἀεικῶς καὶ ἀεικελίως ἔχει τῆς προτέρας καταστάσεως.

Ἀϋτμὴ δὲ πυρὸς ὁ καπνὸς, ὡς ἀναθυμίασις, παρὰ τὸ ἄω καὶ ἀΰω τὸ πνέω· ἐπεὶ

πνευμάτων ἡ ἀναθυμίασις γεννητικόν. (ῃερς. 293.) Τὸ δὲ τρώσητε ἀντὶ τοῦ βλάψητε·

ἐξ οὗ καὶ τρώμη, ἡ τρῶσις Ἰωνικῶς. (ῃερς. 296.) Βοάγρια δὲ, ὡς καὶ ἐν Ἰλιάδι,

ἀσπίδες ἐκ βοῶν ἀγρίων καὶ ὅσα ἄλλα ἐῤῥέθη ἐκεῖ. Ἰστέον δὲ καὶ ὅτι ἡ περὶ τῶν

ὅπλων ἐνταῦθα παραγγελία τῇ τῆς ˉτ μάλιστα ῥαψῳδίᾳ ᾠκείωται κατὰ τοὺς

παλαιούς· ὧδε γὰρ ὀβελίζονταί, φασι, τὰ τοιαῦτα ἔπη μετὰ καὶ ἀστερίσκων· ἐκεῖ δὲ

καιριώτατα κεῖνται ὅπου καὶ εἶδεν Ὀδυσσεὺς τὰ ὅπλα. νῦν γάρ, φησιν, ἐν ἀγροῖς ὢν

πῶς οἶδεν ὅτι πρόχειρα κεῖνται ὅπλα ἐν τῷ οἴκῳ; Σημείωσαι 2.125 δὲ καὶ τὸ ἄδηλον

ἐν τούτοις τῆς τῶν πραγμάτων συμπτώσεως. οὐ γὰρ συνεῖδεν Ὀδυσσεὺς νῦν, εἰ καὶ

ἄλλων ὅπλων δεήσονται ἐπέκεινα τῶν δύο φασγάνων καὶ δύο δουράτων καὶ δύο

βοαγρίων· ὅτε μέντοι προσεπιγένωνται καὶ οἱ δύο δοῦλοι ἐπαμύντορες, τότε

δεηθέντες εὐπορήσουσι καὶ ἑτέρων ὅπλων, ὡς τὸ πρᾶγμα δίδωσιν. (ῃερς. 300.) Ὅτι

Ὀδυσσεὺς μετὰ τὸ βουλεύσασθαι, ὅσα ἐχρῆν, παραινεῖ τῷ υἱῷ μηδενὶ ἐκφῆναι τὴν

πατρικὴν ἔλευσιν, φυλάσσων τὸ, κρύβδην οὐδ' ἀναφανδὰ εἰς τὴν πατρίδα ἐλθεῖν, ὃ

καὶ προπαρήγγελται. φησὶ γοῦν οὕτως· εἰ ἐτεόν γ' ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,

μή τις ἔπειτ' Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος, μὴ Λαέρτης, μὴ συβώτης, (ῃερς. 303.)

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

142

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!