18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

λέγεται μὲν καὶ ἵλαθι. σύστοιχον δὲ αὐτῷ καὶ τὸ ἱλήκοις καὶ τὰ κατ' αὐτό. (ῃερς.

190.) Ὅτι Ὀδυσσεὺς εἰπὼν τὰ ἀνωτέρω δηλωθέντα υἱὸν κύσεν, ὅ ἐστιν ἐφίλησε, κὰδ

δὲ παρειῶν δάκρυον ἧκε χαμᾶζε δαψιλῶς οὕτω ὑφ' ἡδονῆς, πάρος δ' ἔχε νωλεμὲς

αἰεὶ, τουτέστι, πρὶν μέντοι ἐπεῖχεν αὐτὸ, τλήμων κἀνταῦθα ὢν τότε· οὗ καὶ ὅτε τῇ

Πηνελόπῃ ἐντύχοι, οἱ ὀφθαλμοὶ ὡσεὶ κέρα ἢ σίδηρος στήσονται· καὶ Τηλέμαχος δὲ

μετ' ὀλίγα, ἐπεί περ ἠκριβώσατο, ἀμφιχυθεὶς πατέρ' ἐσθλὸν ὀδύρετο δάκρυα λείβων.

ἔνθα καὶ ἐμφαίνων οἷος ἦν ἀμφοῖν γόος φησίν· (ῃερς. 215.) ἀμφοτέροισι δὲ τοῖσιν

ὑφ' ἵμερος ὦρτο γόοιο. Καὶ ὅρα τὸ ἵμερος, οὐ γὰρ ἁπλῶς ἀλλοία ὄρεξις, ἀλλ' ἵμερος ὅ

πέρ ἐστιν ἐπιθυμίας ἐπίτασις. διὸ καὶ παραβολικῶς ὑποδεικνὺς τὸ πρᾶγμα φησί·

κλαῖον δὲ λιγέως, ἀδινώτερον 2.121 ἤ περ οἰωνοὶ φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες,

οἷσί τε τέκνα ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι· ὣς ἄρα τοί γ' ἐλεεινὸν ὑπ'

ὀφρύσι δάκρυον εἶβον. καλῶς ἄρα καὶ ὁ Εὔμαιος νῦν ἀποδημεῖ, ὡς ἂν καταμόνας

ταῦτα γίνοιτο. (ῃερς. 220.) εἶτα διασαφῶν τὸν τοῦ γόου ἵμερον ἐπὶ πλέον, φησί· καὶ

δὴ ἂν ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο, εἰ μὴ Τηλέμαχος ἐρωτήσας τὸν πατέρα, ὅπως

ἦλθεν εἰς Ἰθάκην, ἔπαυσε τὸν γόον, τρέψας τὸ παθητικὸν εἰς ἀφήγησιν. καὶ ἰδοὺ

πρῶτος αὕτη τῷ πατρὶ πεῖρα τοῦ φρόνιμον εἶναι τὸν Τηλέμαχον· ὃς καὶ μετ' ὀλίγα

δεικνὺς, ὡς καὶ μέγας ὀρθοῖτ' ἄν ποτε ὑπὸ σμικροτέρων, ὑποθήσει τῷ πατρὶ

βούλευμά τι καλὸν, ὅ περ ἐκεῖνος οὐκ ἀπέβαλεν. (ῃερς. 190.) Ὅρα δὲ ὥς περ ἐν

ἄλλοις, οὕτω καὶ ἐν τῷ, υἱὸν κύσεν, ὅτι τοῦ φιλεῖν τρία δηλοῦντος· τὸ ἀγαπᾶν, τὸ

ξενίζειν, καὶ τὸ φιλοφρόνως χείλη συμβάλλειν, ὥς φασιν οἱ παλαιοὶ, τὰ μὲν πρῶτα

δύο σημαινόμενα τοῦ φιλεῖν χρηστά εἰσι καὶ ποιηταῖς, τὸ δὲ τρίτον φιλῆσαι κύσαι

φιλοῦσι γράφειν, ὡς πολλαχοῦ φαίνεται. δῆλον δ' ὅτι κύειν καὶ τὸ ἔγκυον εἶναι

δηλοῖ, ὃ διαφέρει τοῦ τίκτειν καθότι αὐτὸ ἀπαλλάττει τοῦ κύειν. καὶ φέρεται εἰς

τοῦτο χρῆσις ἐξ Ἀντιόπης τὸ, κύουσα τίκτον, ἤγουν κατὰ γαστρὸς φέρουσα εἶτα

ἔτεκον. οἱ δέ γε ὕστερον καὶ αὐτὸ τὸ τίκτειν κύειν ἔλεγον. (ῃερς. 214.) Ἰστέον δὲ ὅτι

τὸ, ἀμφιχυθεὶς πατέρα, ἐμφαντικώτερόν ἐστι τοῦ ἐμφὺς καὶ τοῦ περιφὺς καὶ τῶν

ἄλλων, καὶ δηλοῖ τὴν ἄγαν διόλου περιπλοκὴν, ὁρμηθὲν ἐκ τοῦ, νήδυμος

ἀμφιχυθείς. (ῃερς. 217.) Ἐν δὲ τῇ ῥηθείσῃ παραβολῇ σημείωσαι ὅτι ἐξ ἀνομίου

παραβολικὴν ὁμοιότητα καὶ νῦν ἐπορίσατο. φήνη μὲν γὰρ καὶ αἰγυπιὸς ἐπὶ στερήσει

τέκνων κλαίουσι λυπούμενοι. Ὀδυσσεὺς δὲ τὸν παῖδα σχὼν κλαίει χαίρων. πρὸς

μόνην οὖν τὴν ὀξύτητα τοῦ κλαυθμοῦ ἡ παραβολὴ καὶ τὸ ἐξάκουστον τῆς βοῆς, ὡς

ἐκεῖ τῆς κλαγγῆς, ἴσως δὲ καὶ πρὸς τὸ ἐλεεινόν. (ῃερς. 216.) Ἐν δὲ τῷ, οἰωνὸς καὶ

ἑξῆς, γένος μὲν ὁ οἰωνὸς, εἴδη δὲ ἡ φήνη καὶ ὁ αἰγυπιός. εἰ δὲ ἴσως ὁ αἰγυπιὸς

πάντων τῶν ἀετῶν κατηγορεῖται, εἴη ἂν γένος ὑπάλληλον ὁ αἰγυπιὸς, εἶδος δὲ

πάλιν αὐτοῦ ἡ φήνη. πάνυ δὲ πολὺς ὁ λιγὺς τῶν ἡρώων κλαυθμὸς, εἰ καὶ φήνης καὶ

αἰγυπιοῦ ἀδινώτερος ἦν· ὅσῳ δ' ἂν πλείων, τοσούτῳ καὶ εὐγενέστερος. τὸ γὰρ

μινυρίζειν οὐκ εὐγενές. Ζῴων δὲ ἰδιότητα ἱστόρησεν ἡ παραβολὴ, ὧν πολὺ τὸ

φιλότεκνον. μάλιστα δὲ τοιοῦτον ἡ φήνη, γένος αὕτη ἀετῶδες, ἣν λόγος ἐκτρέφειν

καὶ τοὺς ἐκθέτους ἀετιδεῖς. Τὸ δὲ ἐξείλοντο καὶ νῦν ἀντὶ τοῦ, ὡς ἐξαίρετά τινα

ἔλαβον. Πετεηνὰ δὲ τὰ πτῆναι δυνάμενα καὶ ὡς εἰπεῖν ἐκπετήσιμα. (ῃερς. 219.) Τὸ δὲ

ἐλεεινὸν ἀναμεμίχθαι δηλοῖ καὶ τῷ καθ' ἡδονὴν δακρύῳ ἔλεόν τινα, οἷς δι'

ἀνάμνησιν προϋπαρξάντων κακῶν γίνεται. ∆ῆλον δὲ καὶ ὅτι ἔνδοξος ἡ παραβολὴ,

ὡς ἐξ εὐγενῶν γαμψωνύχων οἰωνῶν συγκεκροτημένη. καὶ κλαυθμὸν δὲ μέγαν

ἐμφαίνει τῇ τῶν ἀρετῶν βοῇ, οὐχ' ἁπλῶς ἀλλ' ὅτε τῶν φίλων τέκνων

ἀποστερηθεῖεν. (ῃερς. 194.) Ὅτι οὐκ ἔχων ῥᾷον συγκαταθέσθαι ὁ Τηλέμαχος πατέρα

εἶναι τὸν φανέντα ἢ ἁπλῶς ἄνδρα τινὰ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρα εἶναι, φησίν·

οὐ σύ γ' Ὀδυσσεύς ἐσσι πατὴρ ἐμὸς, ἀλλά με δαίμων θέλγει, ὄφρ' ἔτι μᾶλλον

ὀδυρόμενος στεναχίζω. οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο ᾧ αὐτοῦ νόῳ,

ἤγουν κατὰ ἴδιον αὐτοῦ νοῦν, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν ῥηϊδίως ἐθέλων θείη νέον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

138

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!