18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀπόβασιν δηλοῖ στοχαστικοῦ λόγου τὸ, οὔ πω πᾶν εἴρηται ἔπος ὅτε τόδε τι γέγονεν,

οἷον ἐνταῦθα, ὅτε οἱ φίλος υἱὸς ἔστη ἐνὶ προθύροισιν. ἅμα γὰρ Ὀδυσσεὺς ἔφη ὡς

ἥξει τις καὶ εὐθὺς ἐπέστη ὁ Τηλέμαχος. οἷς ἐπάγων τὰ εἰκότα ὁ ποιητὴς φησί· (ῃερς.

12.) ταφὼν δ' ἀνόρουσε συβώτης, ὅ περ ἐν Ἰλιάδι ἐπὶ Ἀχιλλέως κεῖται. ἐκ δ' ἄρα οἱ

χειρῶν πέσεν ἄγγεα, τοῖς ἐπονεῖτο κιρνὰς αἴθοπα οἶνον, καθὰ πρὸ τούτων ἐπὶ τῷ

Ὀδυσσεῖ δραμόντι σκύτος ἐξέπεσε χειρὸς ὃ μετεχειρίζετο. (ῃερς. 14.) ὁ δ' ἀντίος

ἤλυθεν ἄνακτος, κῦσε δέ μιν κεφαλὴν καὶ ἄμφω φάεα καλὰ, χεῖράς τε ἀμφοτέρας, ὃ

συγκεφαλαιωσάμενος μετ' ὀλίγα ἐρεῖ· πάντα κύσε περιφύς. (ῃερς. 15.) Οὐχ' ὡς

δοῦλος δὲ ταῦτα ποιεῖ, δούλων γὰρ οὐκ ἦν ἄμφω φάεα φιλεῖν, οἷα δέ τις καθ' αἷμα

οἰκεῖος, ὡς καὶ ἡ ἐφεξῆς δηλώσει παραβολή· ὁμοιότητα πατρικήν τινα πρὸς

Τηλέμαχον παραδεικνῦσα ἐν αὐτῇ. εἰπὼν γὰρ, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ, ἐπιφέρει·

ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζει ἐλθόντ' ἐξ ἀπίης γαίης δεκάτῳ

ἐνιαυτῷ, μοῦνον τηλύγετον, τῷ ἐπ' ἄλγεα πολλὰ μογήσοι ἤγουν ἐμόγησεν, ὣς τότε

Τηλέμαχον θοειδέα δῖος ὑφορβὸς πάντα κύσε περιφὺς ὡς ἐκ θανάτοιο φυγόντα, καὶ

δὴ ὀλοφυρόμενος προσεῖπεν ἀφελῶς τὸ περιφερόμενον· ἦλθες Τηλέμαχε γλυκερὸν

φάος. οὔ σε ἔγωγε ὄψεσθαι ἐφάμην ἐπεὶ ᾤχεο νηῒ Πύλονδε· ἀλλ' ἄγε νῦν εἴσελθε

φίλον τέκος καὶ ἑξῆς. (ῃερς. 17.) Καὶ ὅρα ὡς πάνυ τὰ τῆς ῥηθείσης παραβολῆς

ηὔξηται. παῖδα γὰρ ὑποτίθεται πρὸς ἔνδειξιν πολλῆς φιλοστοργίας, καὶ αὐτὸν

φιλούμενον πατρὶ καὶ ἐκ γῆς ἀλλοδαπῆς ἐλθόντα καὶ μετὰ πολυετῆ ἀποδημίαν καὶ

μόνον ὄντα τῷ πατρὶ, τυχὸν δὲ καὶ μεθ' ὃν οὐκέτι ἐλπὶς τεκεῖν καὶ πεπαιδευμένον.

τοιοῦτος γὰρ παῖς, ἐφ' ᾧ πολλὰ μογήσει πατήρ. ὡς οὖν τοιούτῳ υἱῷ προσφέρεται

πατὴρ ἐπανελθόντι, οὕτω καὶ ὁ Εὔμαιος διετέθη ἐπὶ τῷ Τηλεμάχῳ. διὸ οὐ μόνον

ἐλευθέρια φιλεῖ, ἀλλὰ καὶ φίλον τέκος καλεῖ. (ῃερς. 15.) καιρία δὲ λέξις ὡς ἐν

ποιήσει καὶ τὸ κύσεν ἀντὶ τοῦ ἐφίλησε, διὸ καὶ δὶς αὐτῇ μόνος ἐνταῦθα χρῆται. τὸ

μέντοι φιλεῖν τῇ ὁμωνυμίᾳ σχιζόμενον εἰς διάφορα οὐχ' οὕτω φιλεῖ λέγειν ὁ

ποιητής. Σημείωσαι δὲ ὅτι ἐν μὲν τῷ, κῦσε δέ μιν κεφαλὴν, ἐκτείνει τὸ κῦσε τὴν

παραλήγουσαν. (ῃερς. 21.) ἐν δὲ τῷ, πάντα κύσε, συστέλλει αὐτήν. Ἰστέον δὲ καὶ ὅτι

ἐκ τοῦ, οὔ πω πᾶν εἴρητο ἔπος ὅτε τόδε γέγονε, λαβόντες οἱ μεθ' Ὅμηρον ἔγραψαν

παροιμίας τοιαύτας εὐτραπέλους, πρὶν ὀπτῆσαι τὰ ἄλευρα, ἤγουν τὰ ἄλφιτα τοῖς

ὀπτωμένοις ἐπιπασσόμενα, καὶ, πρὶν τοὺς ἰχθῦς ἑλεῖν, σὺ τὴν ἅλμην κυκᾷς, καὶ, πρὶν

ἐσφάχθαι δέρεις. (ῃερς. 14.) Ὅρα δὲ τὸ κιρνὰς οἶνον ἀντὶ τοῦ κιρνῶν ἐπιλεγὲν ὡς

ποιητικώτερον. ἄλλως γὰρ οὐκ ἐκώλυεν εἰπεῖν κιρνῶν αἴθοπα οἶνον. θέμα δὲ αὐτοῦ

τὸ κίρνημι, οὗ παρατατικὸς, ἐκίρνην, ἡ μετοχὴ, κιρνὰς καὶ συνανακιρνάμενος. (ῃερς.

15.) Τὸ δὲ κῦσε δέ μιν κεφαλὴν καὶ ἑξῆς, σχῆμα ἐστὶ συνηθέστατον Ὁμήρῳ, καὶ ἔχει

αὐτὸ συντάξεις τρεῖς· ἢ γὰρ ἔκυσεν αὐτοῦ κεφαλὴν καὶ φάεα, ἢ ἔκυσεν αὐτὸν κατὰ

κεφαλὴν καὶ φάεα, ἢ ἔκυσεν αὐτὸν, ἤγουν τὴν κεφαλὴν καὶ τὰ φάη. φιλεῖ δέ τινος

ὀφθαλμοὺς ὁ γλυκερὸν φάος ἐλθεῖν αὐτὸν λέγων. (ῃερς. 18.) Τίς δὲ ἡ ἀπία γῆ, καὶ

ἀλλαχοῦ δηλοῦται. Τὸ δὲ δεκάτῳ ἐνιαυτῷ, ἁπλῶς παρέῤῥιπται κατὰ τέλειον

ἀριθμὸν, εἰ μὴ ἄρα ὁ ποιητὴς ἔφη τοῦτο ὡς πρὸς εἰκόνα τῆς τοῦ Ὀδυσσέως πλάνης.

(ῃερς. 21.) Τὸ δὲ περιφὺς ἀντὶ τοῦ περιπλακεὶς, καὶ ἔστιν ἕτερον τοῦ ἐμφὺς χειρὶ, ἢ

ἐμφὺς χείλεσι, καὶ ὅλως μέρει τινί. Τὸ δὲ ὡς ἐκ θανάτοιο φυγόντα, ἑρμηνεύεται ἐν

τῷ, οὔ σε ὄψεσθαι ἐφάμην. (ῃερς. 23.) Ἰστέον δὲ ὅτι τὸ, ἦλθες Τηλέμαχε, γλυκερὸν

φάος, οὕτω πεφίληται τοῖς πολλοῖς, ὥστε καὶ παροιμιακῶς ἐπιφωνεῖσθαι φίλοις ἐξ

ἀποδημίας ἥκουσιν. (ῃερς. 25.) Ὅτι φιλοφροσύνης τὸ, ἀλλ' ἄγε νῦν εἴσελθε φίλον

τέκος ὄφρα σε θυμῷ τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα. εἰ δὲ καὶ

ἀγροτικῷ ἀνδρὶ ἀστικὸς ἐνδημήσας 2.113 ὁ τοιοῦτος ἐστὶ, καλὸν εἰπεῖν καὶ τὸ, οὐ

μὲν γάρ τι θαμὰ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας, ἀλλ' ἐπιδημεύεις. ὣς γὰρ δή σοι εὔαδε

θυμῷ. (ῃερς. 28.) Ἔστι δὲ ἐπιδημεύειν τὸ ἐν πόλει διατρίβειν καὶ ὡς εἰπεῖν ἐπὶ τοῦ

δήμου· ὅθεν καὶ ἐπίδημος εἴη ἂν ὁ τοιοῦτος, ἀπεναντίας τῷ ἀποδήμῳ καὶ τῷ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

128

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!