Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

Φοινίσσης μοιχείαν τοὺς τῶν Φοινίκων δόλους καὶ τὰ λοιπὰ τοιαῦτα τὸν Εὔμαιον αὐτόθεν εἰδέναι ἀπίθανον. εἰκὸς δέ, φασι, τοὺς Φοίνικας ἐκείνους τῷ Λαέρτῃ ἐπίτηδες αὐτὰ διηγήσασθαι, ὡς ἂν σπουδασθείη ὁ παῖς οἷα τίμιος, τὸν δὲ Λαέρτην ἀφηγήσασθαι ὕστερον τῷ Εὐμαίῳ. οὐ γὰρ ἂν ὁ ὑπὸ τιθήνῃ ἀτιταλλόμενος εἰδείη ἂν καὶ μάλιστα τὰ κρύφα πεπραγμένα, εἰ καὶ ἄλλως κερδαλέος τότε εἶναι φησίν. (ῃερς. 486.) Ὅτι σχηματίζεται ὁ προσποίητος ξένος Ὀδυσσεὺς δυσχεραίνειν ἐφ' οἷς ἐκ τοῦ Εὐμαίου ἤκουσε περὶ τῶν κατ' αὐτὸν, καὶ οἰκτιζόμενος, ὧν ἐκ παιδὸς ἔπαθε, παραμυθεῖται τοῖς ὕστερον ἀγαθοῖς, εἰπών· Εὔμαιε, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας ἤτοι ἐτάραξας, ταῦτα ἕκαστα λέγων ὅσα δὴ πάθες ἄλγεα θυμῷ. ἀλλ' ἤτοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε θεὸς, ἐπεὶ ἀνδρὸς δώματ' ἀφίκεο πολλὰ μογήσας ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε ἐνδυκέως, ἤγουν ἐπιμελῶς, ζώεις δ' ἀγαθὸν βίον. αὐτὰρ ἔγωγε πολλὰ βροτῶν ἐπὶ ἄστε' ἀλώμενος ἐνθάδ' ἱκάνω. (ῃερς. 488.) Ἰστέον δὲ ὅτι τὸ, παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε, καὶ εἰς παροιμίαν κεῖται ὅτε σύμμικτά τινι τὰ κατὰ τὸν βίον, οὗ περ ἐστερῆσθαι δοκεῖ λέγειν ὁ Ὀδυσσεύς. καὶ ὅτι ἐν τῷ, παρὰ καὶ κακῷ ἐσθλὸν, τὸ ὀρθὸν οὕτως ἦν· παρὰ κακῷ καὶ ἐσθλὸν ἔθηκεν. (ῃερς. 494.) Ὅτι νυκτερινὴν ὀλιγοϋπνίαν δηλοῖ τὸ, καταδραθέτην δ' οὐ πολλὸν ἐπὶ χρόνον, αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. (ῃερς. 496.) Ὅτι τὸ ἐν ἄλλοις πλατέως ἐπὶ κατάπλου διασκευασθὲν ἐνταῦθα τῷ καιρῷ συνεπιτέμνων φράζει γοργῶς οὕτως· οἱ δὲ λύον ἱστία, καθεῖλον δὲ ἱστόν. τὴν δ' εἰς ὅρμον προέρυσαν ἐρετμοῖς, ἐκ δ' εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι' ἔδησαν, ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης, δεῖπνόν τ' ἐντύνοντο, κερῶντό τε αἴθοπα οἶνον. ἐν τοῖς ἑξῆς δὲ ἄλλως ἐρεῖ συντομώτερον· εἶδε νῆα στρεφθεὶς ἐκ χώρης λιμένος ἐντὸς, ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας. Ὅτι τὴν νῆα μὲν εἰς τὸ ἄστυ ὁ Τηλέμαχος στέλλει, αὐτὸς δὲ θελήσας εἰς ἀγρὸν ἐλθεῖν κατὰ τὴν ὑποθήκην τῆς Ἀθη 2.109 νᾶς αὔριον παραθεῖναι λέγει τοῖς συμπλεύσασιν ὁδοιπόριον, τουτέστι μισθὸν ἢ ἀμοιβὴν ὑπὲρ τοῦ πλεῦσαι, δαῖτ' ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο. ἡρωϊκὰ ταῦτα. οὔ πω γὰρ τὰ κίβδηλα ἐπαῤῥησιάζετο ἐν τοῖς τότε χρήματα. Ἰστέον δὲ ὅτι καὶ πᾶν δῶρον τὸ ὑπὲρ συνοδεύσεως καλῶς ἂν λέγοιτο ὁδοιπόριον. Ὅτι τὸ εἰς αὐτὴν τὴν Πηνελόπην καὶ εἰς αὐτὸν τὸν τοῦ Ὀδυσσέως οἶκον ἐλθεῖν ἰθὺς ἐκείνης καὶ ἐκείνου φησὶν ἀντὶ τοῦ, ἐξ ὀρθοῦ εἰς αὐτοὺς μηδαμοῦ πλαγιάσαντα. (ῃερς. 513.) Ὅτι μὴ ἀφεὶς ταπρῶτα ὁ Τηλέμαχος τὸν Θεοκλύμενον εἰς τὴν μητέρα ἐλθεῖν δι' εὔλογον αἰτίαν, ἀλλὰ πέμπων αὐτὸν εἰς τὸν Εὐρύμαχον, ὃς ἐπίδοξος ἦν γῆμαι τὴν Πηνελόπην, ὅμως ὕστερον γνοὺς μάντιν αὐτὸν εἶναι, οἷς τὰ περὶ Ὀδυσσέως ἐμαντεύσατο, μεταβουλεύεται τῇ τύχῃ συμμεταβληθεὶς, καὶ οὐκέτι ἐθέλει ἐμφανισθῆναι τῷ Εὐρυμάχῳ αὐτὸν, μὴ καὶ τὰ ὑπὲρ Ὀδυσσέως εἰπὼν ἀχρειώσῃ τὴν ἐφεξῆς πλάσιν. παραδίδωσιν οὖν αὐτὸν εὐπειθεῖ ἑταίρῳ Πειραίῳ τινὶ συμπλεύσαντι, ἵνα οἴκοι ἀγαγὼν ἐκεῖνον φιλοφρονῆται. καὶ ἐκεῖνος πείθεται. φράζει δὲ τὸ τοιοῦτον ὁ ποιητὴς οὕτως· ἄλλως μέν σε ἂν ἔγωγε καὶ ἡμέτερόνδε κελοίμην ἔρχεσθαι, οὐ γάρ τοι ξενίων ποθὴ, ἀλλὰ σοὶ αὐτῷ χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ ὄψεται. οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσι φαίνεται, ἀλλ' ὑπερωΐῳ ἱστὸν ὑφαίνει. (ῃερς. 518.) ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ἤγουν φάσκω, εἰς ὃν ἐλεύσῃ, Εὐρύμαχον Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱὸν, ὃν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι. καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ, μέμονέ τε, ἤτοι μένος ἔχει μάλιστα, μητέρ' ἐμὴν γαμέειν καὶ Ὀδυσσέως γέρας ἕξειν. (ῃερς. 523.) εἶτα χρηστολογῶν εὐοιωνίστως ἤγουν εὐτυχῶς τὰ ἐφεξῆς, ἵνα καὶ ἑξῆς οἰωνοσκοπία προκλητικῶς ἐντεῦθεν συναφθεῖσα, εὐθὺς ἀλληλουχεῖται, φησίν· ἀλλὰ τά γε θεὸς οἶδεν Ὀλύμπιος αἰθέρι ναίων, εἴ κέ σφιν πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις, κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος. ἐν δὲ πόδεσσι τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε, μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο. τὸν δὲ Θεοκλύμενος ἑτάρων ἄπο Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 124

νόσφι καλέσας ἐνέφυ τε τῇ χειρὶ καὶ εἶπε· Τηλέμαχε, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις· ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα, τουτέστι σημαντικὸν καὶ μαντευτικόν. (ῃερς. 533.) καὶ ἑρμηνεύων στενῶς καὶ οὐδὲ πάνυ σαφῶς τὸν τοιοῦτον οἰωνὸν διὰ τοὺς περιεστῶτας, ἵνα μὴ ἔκπυστα γένηται τὰ σιγῆς ἄξια, φησίν· ὑμετέρου δ' οὐκ ἔστι γένευς βασιλεύτερον ἄλλο ἐν δήμῳ Ἰθάκης, εἰ καὶ ὁ Εὐρύμαχος ἐθέλει τὸ τοῦ Ὀδυσσέως γέρας ἕξειν, ἤτοι τὴν βασιλείαν, (ῃερς. 534.) ἀλλ' ὑμεῖς καρτεροὶ αἰεὶ, τουτέστι δεσπόται, ἐγκρατεῖς, ὡς καὶ Ἀρχίλοχος· Ἀσίης καρτερὸς μηλοτρόφου, ὅ ἐστιν ἄρχων. (ῃερς. 526.) ἄλλως μέντοι πλατύτερον ὅμοιός ἐστιν ὁ νῦν οἰωνὸς τῷ πρὸ ὀλίγου ἐπὶ ἀετοῦ καὶ χηνὸς, πλὴν ὅσον ἐκεῖ μὲν ἄμφω τὰ ζῷα μεγάλα, ἐνταῦθα δὲ οὐ τοιαῦτα, καὶ ἐκεῖ μὲν ὡς φάγων τῶν μνηστήρων σύμβολον ἦν ἡ ἀδηφάγος χὴν, ἐνταῦθα δὲ ἡ τρήρων πέλεια τὴν ἐκείνων, ὡς προγέγραπται, δειλίαν συμβολοσκοπεῖ καὶ ἀγγέλλει κατὰ τὸν ποιητὴν ὡς ἄγγελος οἰωνὸς κακὸν ἦμαρ τελευτήσειν τοῖς μνηστῆρσι πρὸ γάμου, καθὰ καὶ τῇ πελείᾳ νῦν αὐτίκα ὄλεθρος ἐπῆλθεν ἅμα τῇ φήμῃ τοῦ Τηλεμάχου, ὃς σὺν καὶ τῷ πατρὶ τῦπον ἀετοῦ τε ἔχει καὶ κίρκου, περὶ οὗ καὶ αὐτοῦ προδεδήλωται. (ῃερς. 517.) Ὅρα δ' ἐν τοῖς ῥηθεῖσιν ὅτι τε ὑπερώϊον ἐνταῦθα πεντασυλλάβως ἔφη ὁ ποιητὴς, ἐξ οὗ τὸ ὑπερωϊόθεν ἐπίῤῥημα. (ῃερς. 521.) καὶ ὅτι καὶ αὐτὸς ὁ Τηλέμαχος κρίνει τὸν Εὐρύμαχον ὑπερτερεῖν τῶν ἄλλων μνηστήρων, φιλαλήθως αὐτὸν ἐπαινῶν. (ῃερς. 525.) καὶ ὅτι τὸ μὲν ὄρνις γένος, ὡς καὶ ἀλλαχοῦ ὁ ἀετὸς, εἰδικὸν δέ τι, μᾶλλον δὲ εἴδους ἄτομον, ὁ κίρκος, ὡς ἐκεῖ ὁ χήν. (ῃερς. 532.) ὁ δ' ἐνταῦθα οἰωνὸς ἐπὶ συμβόλου καὶ σημείου μαντικοῦ τίθεται, ὅθεν καὶ οἰωνίζεσθαι τὸ μαντεύεσθαι. δῆλον δ' ὅτι τοιοῦτόν τι πολλάκις καὶ ὁ ὄρνις δηλοῖ, ὡς καὶ ἐν τῷ, δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ, καὶ ἐν ἄλλοις δὲ πολλοῖς. (ῃερς. 531.) Σημείωσαι δ' ἐνταῦθα καὶ ὅτι τὸ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο ὄρνις, ὁριστικόν ἐστι τοῦ οἰωνοῦ. ἔστι γὰρ μαντικὸς οἰωνὸς ὄρνις οὔ τοι ἄνευ θεοῦ πετόμενος. (ῃερς. 526.) ταχὺν δὲ τὸν κίρκον εἶναι καὶ Ἀπόλλωνος ἱερὸν, τεθρύλληται, καθὰ καὶ ὅτι τῷ ∆ιῒ ἀνιέρωται ὁ ἀετός. (ῃερς. 532.) Τὸ δὲ ἔγνων οἰωνὸν ἐόντα ταυτόν ἐστι τῷ, ἔγνων ὡς οἰωνίζεταί σοι. (ῃερς. 533.) Ὅρα δὲ καὶ ὅτι δυνάμενος εἰπεῖν ἐν τούτοις, γένους βασιλεύτερον, γένευς εἶπε ποιητικώτερον διὰ πλείω φωνῆς ὄγκον. Τὸ δὲ βασιλεύτερον συγκριτικῶς λεχθὲν δηλοῖ ὡς καὶ ἄλλοι μέν εἰσι βασιλεῖς ἐν Ἰθάκῃ καθά που καὶ ὁ Τηλέμαχος εἶπεν, ὅμως δὲ πάντων βασιλεύτερον τὸ γένος τοῦ Ὀδυσσέως. (ῃερς. 534.) Τὸ δὲ ἐν δήμῳ Ἰθάκης, πρὸς ἀκρίβειαν κεῖται. οὐ γὰρ οὐδαμοῦ 2.110 γῆς οὐκ ἔστι βασιλεύτερον γένος ἄλλο, ἀλλ' ἐν Ἰθάκῃ. Τὸ δὲ ἀλλ' ὑμεῖς καρτεροὶ αἰεὶ, οὐκ ἀναγκαίως μὲν κεῖται, ποιεῖ δ' ὅμως πλείω σαφήνειαν, ἵνα τὸ μὲν οὐκ ἔστιν ἄλλο γένος βασιλεύτερον εἴη ἄρσις, θέσις δὲ τὸ, ἀλλ' ὑμεῖς. ἀστεία δὲ ἡ λύσις τοῦ οἰωνοῦ πρὸς τὴν τοῦ Τηλεμάχου πρότασιν. ἐκεῖνος μὲν γὰρ θεῷ εἶπε γνωστὸν εἶναι εἰ τὸ τοῦ Ὀδυσσέως γέρας ἕξει Εὐρύμαχος, Θεοκλύμενος δὲ ἀποφαίνεται τὸ τοῦ Ὀδυσσέως βασιλεῦσαι γένος. ἐνταῦθα δὲ ἔστιν εἰπεῖν καὶ ὅτι Θεοκλύμενος καλὸν ἐπίβαθρον, τουτέστι ναῦλον, ἀποδίδωσι τῷ Τηλεμάχῳ τὴν περὶ τοῦ μέλλοντος ἀγαθὴν εἴδησιν. (ῃερς. 536.) Ὅτι ὁ ἐπὶ ἀγαθῇ ἀγγελίᾳ ὑπισχνούμενός τι ἀγαθὸν καλῶς ἂν εἴπῃ τὸ, αἲ γὰρ τοῦτο ξεῖνε ἔπος τετελεσμένον εἴη· τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι. ἔστι δὲ τὸ θέμα τοῦ συναντόμενος ἄντω ἄντομαι. (ῃερς. 540.) Ὅτι ὁ παραδιδοὺς ἀγαθῷ φίλῳ ξένον τινὰ ἐπὶ φιλοφροσύνῃ ἔχοι ἂν φάναι τὸ, ὦ δεῖνα, σὺ δή μοι τά περ ἄλλα μάλιστα πείθῃ ἐμῶν ἑτάρων, καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν ἐνδυκέως φιλέειν καὶ τιέμεν, ἤγουν φίλει καὶ τίμα εἰσόκεν ἔλθω. Τηλέμαχος δὲ ταῦτα λέγει πρὸς τὸν ῥηθέντα Πείραιον περὶ Θεοκλυμένου. ἐφ' ᾧ δευτέραν σοφωτέραν ταύτην φροντίδα σχὼν ὁ Τηλέμαχος οὐκέτι, ὡς ἐῤῥέθη, παριστᾶν αὐτὸν ἐθέλει τῷ Εὐρυμάχῳ, ἀλλὰ μεταθέμενος τῷ Πειραίῳ παραδίδωσι, δοκιμάσας οὕτω διὰ τὸ μαντικῆς αὐτὸν εὑρεῖν ἐπιστήμονα. (ῃερς. 545.) Σημείωσαι δὲ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 125

Φοινίσσης μοιχείαν τοὺς τῶν Φοινίκων δόλους καὶ τὰ λοιπὰ τοιαῦτα τὸν Εὔμαιον

αὐτόθεν εἰδέναι ἀπίθανον. εἰκὸς δέ, φασι, τοὺς Φοίνικας ἐκείνους τῷ Λαέρτῃ

ἐπίτηδες αὐτὰ διηγήσασθαι, ὡς ἂν σπουδασθείη ὁ παῖς οἷα τίμιος, τὸν δὲ Λαέρτην

ἀφηγήσασθαι ὕστερον τῷ Εὐμαίῳ. οὐ γὰρ ἂν ὁ ὑπὸ τιθήνῃ ἀτιταλλόμενος εἰδείη ἂν

καὶ μάλιστα τὰ κρύφα πεπραγμένα, εἰ καὶ ἄλλως κερδαλέος τότε εἶναι φησίν. (ῃερς.

486.) Ὅτι σχηματίζεται ὁ προσποίητος ξένος Ὀδυσσεὺς δυσχεραίνειν ἐφ' οἷς ἐκ τοῦ

Εὐμαίου ἤκουσε περὶ τῶν κατ' αὐτὸν, καὶ οἰκτιζόμενος, ὧν ἐκ παιδὸς ἔπαθε,

παραμυθεῖται τοῖς ὕστερον ἀγαθοῖς, εἰπών· Εὔμαιε, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν

ὄρινας ἤτοι ἐτάραξας, ταῦτα ἕκαστα λέγων ὅσα δὴ πάθες ἄλγεα θυμῷ. ἀλλ' ἤτοι σοὶ

μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε θεὸς, ἐπεὶ ἀνδρὸς δώματ' ἀφίκεο πολλὰ μογήσας

ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε ἐνδυκέως, ἤγουν ἐπιμελῶς, ζώεις δ'

ἀγαθὸν βίον. αὐτὰρ ἔγωγε πολλὰ βροτῶν ἐπὶ ἄστε' ἀλώμενος ἐνθάδ' ἱκάνω. (ῃερς.

488.) Ἰστέον δὲ ὅτι τὸ, παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε, καὶ εἰς παροιμίαν κεῖται ὅτε

σύμμικτά τινι τὰ κατὰ τὸν βίον, οὗ περ ἐστερῆσθαι δοκεῖ λέγειν ὁ Ὀδυσσεύς. καὶ ὅτι

ἐν τῷ, παρὰ καὶ κακῷ ἐσθλὸν, τὸ ὀρθὸν οὕτως ἦν· παρὰ κακῷ καὶ ἐσθλὸν ἔθηκεν.

(ῃερς. 494.) Ὅτι νυκτερινὴν ὀλιγοϋπνίαν δηλοῖ τὸ, καταδραθέτην δ' οὐ πολλὸν ἐπὶ

χρόνον, αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. (ῃερς. 496.) Ὅτι τὸ ἐν ἄλλοις πλατέως ἐπὶ

κατάπλου διασκευασθὲν ἐνταῦθα τῷ καιρῷ συνεπιτέμνων φράζει γοργῶς οὕτως· οἱ

δὲ λύον ἱστία, καθεῖλον δὲ ἱστόν. τὴν δ' εἰς ὅρμον προέρυσαν ἐρετμοῖς, ἐκ δ' εὐνὰς

ἔβαλον, κατὰ δὲ πρυμνήσι' ἔδησαν, ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,

δεῖπνόν τ' ἐντύνοντο, κερῶντό τε αἴθοπα οἶνον. ἐν τοῖς ἑξῆς δὲ ἄλλως ἐρεῖ

συντομώτερον· εἶδε νῆα στρεφθεὶς ἐκ χώρης λιμένος ἐντὸς, ἱστία τε στέλλοντας

ἐρετμά τε χερσὶν ἔχοντας. Ὅτι τὴν νῆα μὲν εἰς τὸ ἄστυ ὁ Τηλέμαχος στέλλει, αὐτὸς

δὲ θελήσας εἰς ἀγρὸν ἐλθεῖν κατὰ τὴν ὑποθήκην τῆς Ἀθη 2.109 νᾶς αὔριον

παραθεῖναι λέγει τοῖς συμπλεύσασιν ὁδοιπόριον, τουτέστι μισθὸν ἢ ἀμοιβὴν ὑπὲρ

τοῦ πλεῦσαι, δαῖτ' ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο. ἡρωϊκὰ ταῦτα. οὔ πω γὰρ

τὰ κίβδηλα ἐπαῤῥησιάζετο ἐν τοῖς τότε χρήματα. Ἰστέον δὲ ὅτι καὶ πᾶν δῶρον τὸ

ὑπὲρ συνοδεύσεως καλῶς ἂν λέγοιτο ὁδοιπόριον. Ὅτι τὸ εἰς αὐτὴν τὴν Πηνελόπην

καὶ εἰς αὐτὸν τὸν τοῦ Ὀδυσσέως οἶκον ἐλθεῖν ἰθὺς ἐκείνης καὶ ἐκείνου φησὶν ἀντὶ

τοῦ, ἐξ ὀρθοῦ εἰς αὐτοὺς μηδαμοῦ πλαγιάσαντα. (ῃερς. 513.) Ὅτι μὴ ἀφεὶς ταπρῶτα ὁ

Τηλέμαχος τὸν Θεοκλύμενον εἰς τὴν μητέρα ἐλθεῖν δι' εὔλογον αἰτίαν, ἀλλὰ

πέμπων αὐτὸν εἰς τὸν Εὐρύμαχον, ὃς ἐπίδοξος ἦν γῆμαι τὴν Πηνελόπην, ὅμως

ὕστερον γνοὺς μάντιν αὐτὸν εἶναι, οἷς τὰ περὶ Ὀδυσσέως ἐμαντεύσατο,

μεταβουλεύεται τῇ τύχῃ συμμεταβληθεὶς, καὶ οὐκέτι ἐθέλει ἐμφανισθῆναι τῷ

Εὐρυμάχῳ αὐτὸν, μὴ καὶ τὰ ὑπὲρ Ὀδυσσέως εἰπὼν ἀχρειώσῃ τὴν ἐφεξῆς πλάσιν.

παραδίδωσιν οὖν αὐτὸν εὐπειθεῖ ἑταίρῳ Πειραίῳ τινὶ συμπλεύσαντι, ἵνα οἴκοι

ἀγαγὼν ἐκεῖνον φιλοφρονῆται. καὶ ἐκεῖνος πείθεται. φράζει δὲ τὸ τοιοῦτον ὁ

ποιητὴς οὕτως· ἄλλως μέν σε ἂν ἔγωγε καὶ ἡμέτερόνδε κελοίμην ἔρχεσθαι, οὐ γάρ

τοι ξενίων ποθὴ, ἀλλὰ σοὶ αὐτῷ χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ

ὄψεται. οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσι φαίνεται, ἀλλ' ὑπερωΐῳ ἱστὸν ὑφαίνει. (ῃερς.

518.) ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ἤγουν φάσκω, εἰς ὃν ἐλεύσῃ, Εὐρύμαχον

Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱὸν, ὃν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι. καὶ γὰρ

πολλὸν ἄριστος ἀνὴρ, μέμονέ τε, ἤτοι μένος ἔχει μάλιστα, μητέρ' ἐμὴν γαμέειν καὶ

Ὀδυσσέως γέρας ἕξειν. (ῃερς. 523.) εἶτα χρηστολογῶν εὐοιωνίστως ἤγουν εὐτυχῶς

τὰ ἐφεξῆς, ἵνα καὶ ἑξῆς οἰωνοσκοπία προκλητικῶς ἐντεῦθεν συναφθεῖσα, εὐθὺς

ἀλληλουχεῖται, φησίν· ἀλλὰ τά γε θεὸς οἶδεν Ὀλύμπιος αἰθέρι ναίων, εἴ κέ σφιν πρὸ

γάμοιο τελευτήσει κακὸν ἦμαρ. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις, κίρκος,

Ἀπόλλωνος ταχὺς ἄγγελος. ἐν δὲ πόδεσσι τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν

ἔραζε, μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο. τὸν δὲ Θεοκλύμενος ἑτάρων ἄπο

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

124

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!