Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

οἷα προκειμένοις τῶν ὄψεων. (ῃερς. 341.) Ὅτι φιλόφρονος ξένου λόγος πρὸς ξενοδόχον τὸ, αἴθ' οὕτως φίλος θεῷ γένοιο, ὡς ἐμοὶ, ὅττι μ' ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς. (ῃερς. 343.) εἶτα ὁ τοῦτο εἰπὼν Ὀδυσσεὺς ἐπιπλέκων καὶ γνωμικὸν κατὰ τῆς πλάνης φησί· πλαγκτοσύνης δ' οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν. ἀλλ' ἕνεκα οὐλομένης γαστρὸς κακὰ κήδε' ἔχουσιν ἀνέρες, ὅν κεν ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος, τὰ οἱονεὶ σύστοιχα καὶ τῇ ἄλῃ παρεπόμενα. (ῃερς. 345.) Ὅρα δὲ καὶ νῦν τὸ, ὅν κεν ἵκηται, ἀντὶ τοῦ, εἰς ὃν ἂν παραγένηται. ἀπὸ γὰρ πληθυντικοῦ τοῦ ἀνέρες, εἰς ἑνικὸν κατέβη συνήθως. αἴτιον δὲ τούτου, ὅτι οὐ πάντες βλάπτονται διὰ τῆς γαστρὸς, ἀλλ' ὃν ἂν ἵκηται ἡ πλάνη. ἐκεῖνος γὰρ μάλιστα διὰ τὴν γαστέρα μυρία πάσχει κακά. ἀπὸ δὲ τῆς ἄλης ὅτι καὶ ὁ ἀλήτης καὶ ὁ ἀλαζὼν, δῆλον. κεῖται γὰρ ἐν ῥητορικῷ λεξικῷ, ὅτι ἀλαζὼν κυρίως ὁ ἀπὸ ἄλης ζῶν καὶ ἀγύρτης, ἁπλῶς δὲ ὁ φέναξ. (ῃερς. 347.) Ὅτι ἐρώτησις περὶ φίλων ἀποδήμων τὸ, εἰπὲ ἄγε μοι περὶ τῶν δεῖνα εἴ που ἔτι ζώουσιν ὑπ' αὐγὰς ἠελίοιο ἢ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν, εἰσὶ δηλαδή. (ῃερς. 351.) Ὅτι ἐρωτηθεὶς ὁ συβώτης περὶ Ὀδυσσέως εἰ ζῶσιν οἱ δεσποτικοὶ γονεῖς, λαβὼν ἐντεῦθεν ἀφορμὴν, οὐ μόνον πρὸς τὸ ἐρωτηθὲν λαλεῖ, ἀλλὰ καὶ ἄλλα τινὰ κατὰ ποικιλίαν ποιητικὴν προσεπιτίθησιν. ἐν οἷς καὶ περὶ ἑαυτοῦ λαλεῖ τι. καὶ τῆς δεσποίνης δὲ δεινότητα κατειπὼν, εἶτα καὶ ὑπεραπολογεῖται εὐνοϊκῶς. φησὶ γοῦν ὡς Λαέρτης μὲν ἔτι ζώει. εὔχεται δὲ θυμὸν ἀπὸ μελέων φθίσθαι, (ῃερς. 355.) ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο, τοῦ Ὀδυσσέως δηλαδὴ, (ῃερς. 356.) κουριδίης τ' ἀλόχου δαΐφρονος, τῆς Ἀντικλείας δηλονότι, ἣ αὐτὸν μάλιστα ἤκαχεν ἀποφθιμένη, καὶ ὠμῷ γήραϊ δῶκεν. αὐτὴ δέ, φησιν, ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο λευγαλέῳ θανάτῳ. (ῃερς. 359.) 2.102 ὣς μὴ θάνοι ὅς τις ἔμοιγε ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι, περιπαθῶς τοῦτο εἰπὼν ἐν μέσῳ κατὰ λόγον ἐπεμβολῆς διὰ τὸ τοῦ θανάτου δεινόν. λύπῃ γὰρ τακεῖσα διεφθάρη κατά τινας, ἕτεροι δὲ ὡς καὶ προεῤῥέθη, ἀγχόνῃ φασὶν αὐτὴν μεταλλάξαι τὸν βίον. διὸ καὶ τὸν Εὔμαιον ἀπεύξασθαι τὸν τοιοῦτον θάνατον, διὰ τὸ μὴ καθαρὸν εἶναι, ὡς ἐν τοῖς μεταταῦτα δηλώσει καὶ ὁ ποιητής. (ῃερς. 361.) Εἶτα ὁ Εὔμαιος εὐγνωμόνως ἐπαινῶν τὴν θανοῦσαν ἐπιφέρει· ὡς ὄφρα μὲν δὴ κείνη ἔην ἀχέουσά περ ἔμπης, τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἔρεσθαι, οὕνεκά με αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ θυγατέρ' ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παῖδα, τῇ ὁμοῦ ἐτρεφόμην. ὀλίγον δέ τί με ἧσσον ἐτίμα. αὐτὰρ ἐπεὶ ἥβην πολυήρατον ἱκόμεθ' ἄμφω, (ῃερς. 367.) τὴν μὲν ἔπειτα Σάμηνδ' ἔδοσαν καὶ μυρία ἕλοντο, ἕδνα δηλαδή. αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματ' ἐκείνη καλὰ μάλ' ἀμφιέσασα ποσὶ δ' ὑποδήματα δοῦσα, ἀγρόνδε προΐαλλε. φίλει δέ με κηρόθι μᾶλλον. νῦν δ' ἤδη τούτων ἐπιδεύομαι, ἀλλά μοι αὐτῷ ἔργον ἀέξει θεὸς, ᾧ ἐπιμίμνω. τῶν ἔφαγόν τ' ἔπιόν τε, καὶ αἰδοίοισιν ἔδωκα. (ῃερς. 374.) εἶτα οἱονεὶ ψέγων καὶ αὖθις ἀπολογούμενος φησίν· ἐκ δ' ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι οὔτ' ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ, ἄνδρες ὑπερφίαλοι. μέγα δὲ δμῶες χατέουσιν ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι ἀγρόνδε, (ῃερς. 379.) οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει. ὃ δὴ λόγου ἐστὶν οἰκονομικοῦ, ὡς τῶν δούλων οὕτω δελεαζομένων. Ὅρα δὲ καὶ ὡς ἀφελῶς ὁ Εὔμαιος οἷα δοῦλος λαλεῖ, γλυκέα φράζων, οὐ μὴν σπουδαῖα τινά. οὗ περ κἀκεῖνο ἀφελὲς, ὡς ἐρωτηθεὶς εἰ ζῶσιν οἱ τοῦ Ὀδυσσέως τοκέες, ὁ δὲ πολὺν λόγον ἐδαπάνησεν εἰς οὐδὲν δέον, χορηγῶν τῷ Ὁμήρῳ πλατυσμὸν ποιήσεως. πολλὰ δὲ τοῦ τοιούτου λόγου καὶ εἰς πεζολογικὴν παραπλοκὴν χρήσιμα, οἷον, εἰς προσπάθειαν δεσποτικὴν καὶ εἰς λύπην τὴν ἐπὶ στερήσει καλοῦ τινὸς, καὶ εἰς εὐχαριστίαν τὴν ἐπὶ εὐτυχίᾳ, καὶ εἰς γογγυσμὸν εἰ παρὰ τοῦ δεσπότου πάσχει τις κακόν. (ῃερς. 354.) Τὸ δὲ θυμὸν φθίσθαι, ὅ ἐστι φθαρῆναι, πολλὰ μὲν τῶν ἀντιγράφων διὰ διφθόγγου γράφουσι διὰ τὸ φθέω φθῶ· τινὰ δὲ καὶ διὰ τοῦ ἰῶτα, ὡς ἐκ τοῦ φθίω, ὅθεν καὶ τὸ ἤκαχεν ἀποφθιμένη, καὶ τὸ, ἄχεϊ οὗ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 116

παιδὸς ἀπέφθιτο. (ῃερς. 357.) ὠμὸν δὲ καὶ νῦν γῆρας τὸ παρὰ καιρὸν, ἵνα δηλοῖ τὸ ὠμὸν γῆρας ἄωρον πέπανσιν, ὡς καὶ εἰ καρπός τις πεπανθείη κατασαπείς. εἰ δὲ τὸ ἐνταῦθα ὠμὸν γῆρας τὸν ἐν τῇ Ἰλιάδι ὠμογέροντα συντίθησιν, οὐκ ἂν εἴη στεῤῥῶς ἀποφῄνασθαι. δοκεῖ γὰρ ὠμογέρων ἐκεῖνος ἡλικίας ὄνομα εἶναι γεροντικῆς, εὖ ἐχούσης καὶ ὑγιῶς, οὐ μὴν πεπονθυίας γῆρας ἔκ τινος νοσερᾶς ὠμότητος. καὶ ἔστιν οὕτως ὠμογέρων ὁ λεγόμενος προπόλιος, οὗ πέρας ὁ σύφαρ, ὡς ἐν ἄλλοις δεδήλωται, ὥς περ γραὸς ἡ ἐσχατόγηρως κατὰ τὴν τοῦ γραμματικοῦ Ἀριστοφάνους παράδοσιν. ἴσως γὰρ οὐκ ἐχρῆν ἀνδρὶ τὴν τοιαύτην προσρηθῆναι λέξιν διὰ τὸ ἀδρανὲς καὶ δυσοιώνιστον. Ὅρα δὲ ὅτι Ὅμηρος μὲν τὴν Ὀδυσσέως μητέρα ὠμῷ γήραϊ δοῦναι λέγει τὸν ἄνδρακατὰ συμβεβηκὸς διὰ τὸ ἐπ' αὐτῇ πένθος ὡς ἀγαθῇ γυναικί. ἡ δὲ παρὰ τῷ Ἡσιόδῳ δειπνολόχη γυνὴ ἄλλως ὠμῷ γήραϊ τὸν ἄνδρα δίδωσι διὰ τὴν αὐτῆς φαυλότητα. ἔστι δὲ εἰπεῖν ὡς καὶ ἄλλως τὸ τοιοῦτον ὠμὸν γῆρας τρόπον ἄλλον ἐξοπτᾷ ἢ ἀφέψει ἐκείνη ἐν τῷ εὕειν ἄτερ δαλοῦ. (ῃερς. 360.) Τὸ δὲ φίλος εἴη καὶ φίλα ἔρδοι ἀκριβῶς κεῖται διὰ τὸ πολλοὺς φίλους εἶναι δοκοῦντας μὴ φίλα ἔρδειν ἢ διὰ χαυνότητα ἢ καὶ διὰ τὸ φιλουμένους, μὴ τὸ ἶσον ἀντιφιλεῖν. (ῃερς. 363.) Ἡ δὲ Κτιμένη Ὀδυσσέως ἀδελφή. ἧς ἀνὴρ ὑπονοεῖται, ὡς καὶ προεγράφη, Εὐρύλοχος. (ῃερς. 364.) Ἰφθίμην δὲ αὐτὴν λέγει, καθὰ καὶ τὴν ἄλοχον τοῦ Λαέρτου δαΐφρονα, καὶ πρὸ αὐτῆς τὴν Πηνελόπην, ὡς εἴ τις εἴπῃ ἀνδρείαν γυναῖκα. Τὸ δὲ, τὴν ὁπλοτάτην τέκεν, ἁπλοϊκῶς κεῖται πρὸς ἱστορίας ἐντέλειαν. (ῃερς. 365.) Τὸ δὲ τῇ ὁμοῦ ἐτρεφόμην ὑποβάλλει νοεῖν δεῖν εἶναι τὸν δοῦλον τοῦτον Εὔμαιον κληθῆναι καὶ διὰ τὸ εὖ μαιωθῆναι παρὰ τοῖς δεσπόταις. Τὸ δὲ ὀλίγον δέ τί με ἧσσον ἐτίμα, ὅμοιον τῷ, μικροῦ ἐμὲ κατὰ τὴν θυγατέρα ἐτίμα. δουλοῖ δὲ μάλιστα τὸν Εὔμαιον ἡ τοιαύτη τιμὴ, ὥς περ καὶ τὸ, εἵματα καλὰ μάλα ἀμφιεσθῆναι καὶ εἰς τὸν ἀγρὸν προπεμφθῆναι. χαίρει γὰρ αὐτὸς τοιούτοις ὡς ἀφελὲς πρόσωπον. (ῃερς. 372.) Τὸ δὲ ᾧ ἐπιμίμνω, παιδευτικόν ἐστιν, ὡς ἐκείνων μάλιστα τῶν ἔργων ἐπαυξομένων οἷς ἐπιμένει τις. (ῃερς. 373.) Τὸ δὲ ὧν ἔφαγον, καινῶς ἐσχημάτισεν. ἦν γὰρ τὸ ἀκόλουθον οὕτως· ἀλλά μοι ἔργον αὔξεται οὗ ἔφαγόν τε ἔπιόν τε. ὁ δὲ πληθυντικῶς ἔφη, ὧν ἔφαγον, δηλῶν τῷ πληθυσμῷ τῆς πτώσεως τὴν τοῦ ἔργου αὔξησιν. Ἰστέον δὲ ὅτι τε τραχύτερον τῇ φωνῇ τὸ ἔτραγον τοῦ ἔφαγον, 2.103 ὡς καὶ τοῦ φαγεῖν τὸ τραγεῖν καὶ τοῦ ὁ φάγος τὸ ὁ τράγος. καὶ ὅτι τοῦ τραγεῖν μὲν πρωτότυπον θέμα τρῶ, ὅθεν τὸ τρώγω, ὡς καὶ τοῦ ἀνώγω τὸ ἄνω ἤγουν τελειῶ, ἐξ οὗ τὸ ἀνύω. τοῦ δὲ φαγεῖν προσεχὲς μὲν θέμα τὸ φήγω ἢ φάγω. πρωτόθετον δὲ τὸ φῶ ἤγουν φονεύω, συντρίβω, κλῶ, θλῶ, ἀφ' οὗ καὶ ἄλευρον μυλήφατον. καὶ ὅτι ἐκ τοῦ φαγεῖν ἄλλα τε παράγονται καὶ ἡ φηγὸς κατ' ἐξαίρετον διὰ τὴν πάλαι ποτὲ βαλανηφαγίαν. ἴσως δὲ καὶ ὁ φάγρος ἰχθύς. πάντως δὲ καὶ ὁ κατὰ διάλεκτον Κρητῶν φάγρος ἡ ἀκόνη, ὡς ἱστορεῖ ὁ παρὰ τῷ Ἀθηναίῳ Σιμμίας. ἔργον γὰρ καὶ πάθος δὲ ἀκόνης τὸ φαγεῖν, ἐσθιούσης τε δηλαδὴ τὰ τριβόμενα καὶ ἐσθιομένης ὑπ' αὐτῶν. ἔτι δὲ ἐκ τοῦ φαγεῖν καὶ ἡ φάτνη, τροπῇ τοῦ ˉγ εἰς ˉτ, ἣν ἀντιστοιχία ἰδιωτικὴ πάθνην καλεῖ. τῆς δὲ φάτνης ῥῆμα οὐ μόνον ἐκφατνίζειν κατὰ τὸ, ἐκφατνιζομένων σωρευμάτων ἕκαστος ἀπέφερεν ὁλομελῆ κρέα, καὶ τὸ, ἐκφατνίζει ὀδόντας, ἀλλὰ καὶ φατνοῦν. ὅθεν καὶ φάτνωμα ὀδόντων. ἐξ οὗ λέγονται αὐτοὶ ἐκφατνίζεσθαι, ἤγουν ἐξάγεσθαι ἐκριζούμενοι. Τὸ δὲ, αἰδοίοισιν ἔδωκα, ἀντὶ τοῦ, ἀνδράσιν αἰδοῦς ἀξίοις, ξένοις δηλαδὴ καὶ ἱκέταις. παραιτητέον γὰρ τοὺς ἄλλους ἀναξίως Ὁμήρου νοοῦντας ἐνταῦθα τὸ αἰδοίοις, καὶ κίναιδον διομολογουμένοις τὸν Εὔμαιον. κωμικευομένῳ μέντοι ἀνδρὶ χρήσιμος ἔσται ποτὲ ὁ λόγος κατὰ παράχρησιν, ὡς δυναμένου τοῦ, ἔφαγόν τε καὶ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα, καὶ λάγνῳ προσαρμόσαι ἀνδρὶ, ὁποῖα καὶ ἕτερα τῶν Ὁμήρῳ σεμνῶς λεχθέντων ἄλλως ἐκληφθέντα ὡς ἐπὶ θυμέλης ἐπαίχθησάν τε καὶ εἰσέτι δὲ παίζονται. Σημείωσαι δὲ καὶ ὅτι καλῶς ὕστερον ἐπενοήθη ἀντὶ τοῦ αἰδοῖος τὸ αἰδήμων καὶ τὸ αἰδέσιμος. τούτων μὲν γὰρ ἡ ὅλη Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 117

παιδὸς ἀπέφθιτο. (ῃερς. 357.) ὠμὸν δὲ καὶ νῦν γῆρας τὸ παρὰ καιρὸν, ἵνα δηλοῖ τὸ

ὠμὸν γῆρας ἄωρον πέπανσιν, ὡς καὶ εἰ καρπός τις πεπανθείη κατασαπείς. εἰ δὲ τὸ

ἐνταῦθα ὠμὸν γῆρας τὸν ἐν τῇ Ἰλιάδι ὠμογέροντα συντίθησιν, οὐκ ἂν εἴη στεῤῥῶς

ἀποφῄνασθαι. δοκεῖ γὰρ ὠμογέρων ἐκεῖνος ἡλικίας ὄνομα εἶναι γεροντικῆς, εὖ

ἐχούσης καὶ ὑγιῶς, οὐ μὴν πεπονθυίας γῆρας ἔκ τινος νοσερᾶς ὠμότητος. καὶ ἔστιν

οὕτως ὠμογέρων ὁ λεγόμενος προπόλιος, οὗ πέρας ὁ σύφαρ, ὡς ἐν ἄλλοις

δεδήλωται, ὥς περ γραὸς ἡ ἐσχατόγηρως κατὰ τὴν τοῦ γραμματικοῦ Ἀριστοφάνους

παράδοσιν. ἴσως γὰρ οὐκ ἐχρῆν ἀνδρὶ τὴν τοιαύτην προσρηθῆναι λέξιν διὰ τὸ

ἀδρανὲς καὶ δυσοιώνιστον. Ὅρα δὲ ὅτι Ὅμηρος μὲν τὴν Ὀδυσσέως μητέρα ὠμῷ

γήραϊ δοῦναι λέγει τὸν ἄνδρακατὰ συμβεβηκὸς διὰ τὸ ἐπ' αὐτῇ πένθος ὡς ἀγαθῇ

γυναικί. ἡ δὲ παρὰ τῷ Ἡσιόδῳ δειπνολόχη γυνὴ ἄλλως ὠμῷ γήραϊ τὸν ἄνδρα δίδωσι

διὰ τὴν αὐτῆς φαυλότητα. ἔστι δὲ εἰπεῖν ὡς καὶ ἄλλως τὸ τοιοῦτον ὠμὸν γῆρας

τρόπον ἄλλον ἐξοπτᾷ ἢ ἀφέψει ἐκείνη ἐν τῷ εὕειν ἄτερ δαλοῦ. (ῃερς. 360.) Τὸ δὲ

φίλος εἴη καὶ φίλα ἔρδοι ἀκριβῶς κεῖται διὰ τὸ πολλοὺς φίλους εἶναι δοκοῦντας μὴ

φίλα ἔρδειν ἢ διὰ χαυνότητα ἢ καὶ διὰ τὸ φιλουμένους, μὴ τὸ ἶσον ἀντιφιλεῖν. (ῃερς.

363.) Ἡ δὲ Κτιμένη Ὀδυσσέως ἀδελφή. ἧς ἀνὴρ ὑπονοεῖται, ὡς καὶ προεγράφη,

Εὐρύλοχος. (ῃερς. 364.) Ἰφθίμην δὲ αὐτὴν λέγει, καθὰ καὶ τὴν ἄλοχον τοῦ Λαέρτου

δαΐφρονα, καὶ πρὸ αὐτῆς τὴν Πηνελόπην, ὡς εἴ τις εἴπῃ ἀνδρείαν γυναῖκα. Τὸ δὲ, τὴν

ὁπλοτάτην τέκεν, ἁπλοϊκῶς κεῖται πρὸς ἱστορίας ἐντέλειαν. (ῃερς. 365.) Τὸ δὲ τῇ

ὁμοῦ ἐτρεφόμην ὑποβάλλει νοεῖν δεῖν εἶναι τὸν δοῦλον τοῦτον Εὔμαιον κληθῆναι

καὶ διὰ τὸ εὖ μαιωθῆναι παρὰ τοῖς δεσπόταις. Τὸ δὲ ὀλίγον δέ τί με ἧσσον ἐτίμα,

ὅμοιον τῷ, μικροῦ ἐμὲ κατὰ τὴν θυγατέρα ἐτίμα. δουλοῖ δὲ μάλιστα τὸν Εὔμαιον ἡ

τοιαύτη τιμὴ, ὥς περ καὶ τὸ, εἵματα καλὰ μάλα ἀμφιεσθῆναι καὶ εἰς τὸν ἀγρὸν

προπεμφθῆναι. χαίρει γὰρ αὐτὸς τοιούτοις ὡς ἀφελὲς πρόσωπον. (ῃερς. 372.) Τὸ δὲ ᾧ

ἐπιμίμνω, παιδευτικόν ἐστιν, ὡς ἐκείνων μάλιστα τῶν ἔργων ἐπαυξομένων οἷς

ἐπιμένει τις. (ῃερς. 373.) Τὸ δὲ ὧν ἔφαγον, καινῶς ἐσχημάτισεν. ἦν γὰρ τὸ

ἀκόλουθον οὕτως· ἀλλά μοι ἔργον αὔξεται οὗ ἔφαγόν τε ἔπιόν τε. ὁ δὲ πληθυντικῶς

ἔφη, ὧν ἔφαγον, δηλῶν τῷ πληθυσμῷ τῆς πτώσεως τὴν τοῦ ἔργου αὔξησιν. Ἰστέον

δὲ ὅτι τε τραχύτερον τῇ φωνῇ τὸ ἔτραγον τοῦ ἔφαγον, 2.103 ὡς καὶ τοῦ φαγεῖν τὸ

τραγεῖν καὶ τοῦ ὁ φάγος τὸ ὁ τράγος. καὶ ὅτι τοῦ τραγεῖν μὲν πρωτότυπον θέμα τρῶ,

ὅθεν τὸ τρώγω, ὡς καὶ τοῦ ἀνώγω τὸ ἄνω ἤγουν τελειῶ, ἐξ οὗ τὸ ἀνύω. τοῦ δὲ

φαγεῖν προσεχὲς μὲν θέμα τὸ φήγω ἢ φάγω. πρωτόθετον δὲ τὸ φῶ ἤγουν φονεύω,

συντρίβω, κλῶ, θλῶ, ἀφ' οὗ καὶ ἄλευρον μυλήφατον. καὶ ὅτι ἐκ τοῦ φαγεῖν ἄλλα τε

παράγονται καὶ ἡ φηγὸς κατ' ἐξαίρετον διὰ τὴν πάλαι ποτὲ βαλανηφαγίαν. ἴσως δὲ

καὶ ὁ φάγρος ἰχθύς. πάντως δὲ καὶ ὁ κατὰ διάλεκτον Κρητῶν φάγρος ἡ ἀκόνη, ὡς

ἱστορεῖ ὁ παρὰ τῷ Ἀθηναίῳ Σιμμίας. ἔργον γὰρ καὶ πάθος δὲ ἀκόνης τὸ φαγεῖν,

ἐσθιούσης τε δηλαδὴ τὰ τριβόμενα καὶ ἐσθιομένης ὑπ' αὐτῶν. ἔτι δὲ ἐκ τοῦ φαγεῖν

καὶ ἡ φάτνη, τροπῇ τοῦ ˉγ εἰς ˉτ, ἣν ἀντιστοιχία ἰδιωτικὴ πάθνην καλεῖ. τῆς δὲ

φάτνης ῥῆμα οὐ μόνον ἐκφατνίζειν κατὰ τὸ, ἐκφατνιζομένων σωρευμάτων ἕκαστος

ἀπέφερεν ὁλομελῆ κρέα, καὶ τὸ, ἐκφατνίζει ὀδόντας, ἀλλὰ καὶ φατνοῦν. ὅθεν καὶ

φάτνωμα ὀδόντων. ἐξ οὗ λέγονται αὐτοὶ ἐκφατνίζεσθαι, ἤγουν ἐξάγεσθαι

ἐκριζούμενοι. Τὸ δὲ, αἰδοίοισιν ἔδωκα, ἀντὶ τοῦ, ἀνδράσιν αἰδοῦς ἀξίοις, ξένοις

δηλαδὴ καὶ ἱκέταις. παραιτητέον γὰρ τοὺς ἄλλους ἀναξίως Ὁμήρου νοοῦντας

ἐνταῦθα τὸ αἰδοίοις, καὶ κίναιδον διομολογουμένοις τὸν Εὔμαιον. κωμικευομένῳ

μέντοι ἀνδρὶ χρήσιμος ἔσται ποτὲ ὁ λόγος κατὰ παράχρησιν, ὡς δυναμένου τοῦ,

ἔφαγόν τε καὶ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα, καὶ λάγνῳ προσαρμόσαι ἀνδρὶ, ὁποῖα

καὶ ἕτερα τῶν Ὁμήρῳ σεμνῶς λεχθέντων ἄλλως ἐκληφθέντα ὡς ἐπὶ θυμέλης

ἐπαίχθησάν τε καὶ εἰσέτι δὲ παίζονται. Σημείωσαι δὲ καὶ ὅτι καλῶς ὕστερον

ἐπενοήθη ἀντὶ τοῦ αἰδοῖος τὸ αἰδήμων καὶ τὸ αἰδέσιμος. τούτων μὲν γὰρ ἡ ὅλη

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

117

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!