18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ὁμήλικες ἐσμέν. (ῃερς. 198.) ἥδε δ' ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει, ἤγουν

εἰς ὁμόνοιαν ἐμβαλεῖ. Τηλέμαχος δὲ τοῦτο λέγει ἀξιῶν τὸν ὁμήλικα Πεισίστρατον

μὴ ἀγαγεῖν αὐτὸν εἰς Πύλον. καὶ δοκεῖ μὲν οὐκ εὐπαιδεύτως ἔχειν, εἴ περ ἐθέλει μὴ

συνταξάμενος τῷ γέροντι νοστῆσαι εἰς Ἰθάκην. αἴτιον δὲ ὅμως τούτου κατὰ τὸν

ποιητὴν τὸ πάνυ σπεύδειν οἴκαδε τὸν Τηλέμαχον. διὸ φησί· μή με παρὲξ ἄγε νῆα

διοτρεφὲς, ἀλλὰ λίπ' αὐτοῦ, μή μ' ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ, ἱέμενος

φιλέειν, ἤγουν ἐφιέμενος φιλοφρονεῖσθαι. ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι, διά γε τὸ

κατὰ τὸν ἀετὸν καὶ τὴν χῆνα τέρας καὶ διὰ τὸν ἐκ τῆς Ἀθηνᾶς, ὡς ἐῤῥέθη, νύκτωρ

ἐρεθισμὸν, ὃν οὐκ ἐθέλει ἐκκαλύπτειν ὁ Τηλέμαχος, οἷα φρονῶν μὴ χρῆναι εἰκῆ

ἐκφαίνειν τὰ ἀπόῤῥητα. ἄλλως μέντοι καὶ ὁ ποιητὴς θᾶσσον ἐθέλει τὸν παῖδα

ἐπαναγαγεῖν διὰ τὸν Ὀδυσσέα καὶ αὐτὸν ἤδη νοστῆσαι. καὶ οὕτω μὲν ὁ τοῦ σοφοῦ

Ὀδυσσέως υἱὸς δυσωπεῖ τὸν Νεστορίδην τῇ τε πατρῴᾳ ξενίᾳ καὶ τῇ ὁμηλικιότητι καὶ

τῇ συνδιατριβῇ. (ῃερς. 202.) ὁ δὲ Νεστορίδης συμφρασάμενος θυμῷ, ὅππως οἱ κατὰ

μοῖραν ὑποσχόμενος τελέσειε, φρονεῖ κέρδιον εἶναι στρέψαι ἵππους ἐπὶ νῆα. καὶ τὰ

τοῦ Μενελάου κάλλιμα δῶρα πρύμνῃ ἐνὶ νηῒ θέμενος (ῃερς. 209.) σπουδῇ νῦν

ἀνάβαινε, φησὶν, ἤγουν ἀνάπλεε, κέλευέ τε πάντας ἑταίρους ὁμοίως ποιεῖν, πρὶν ἐμὲ

οἴκαδ' ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι. εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ

θυμὸν, οἷος ἐκείνου θυμὸς ὑπέρβιος. οὔ σε μεθήσει, (ῃερς. 213.) ἀλλ' αὐτὸς καλέων

δεῦρ' εἴσεται, τουτέστι πορεύσεται. οὐδέ ἑ φημὶ, ἢ οὐδέ σε φημὶ, ἂψ ἰέναι κενεὸν,

ἤγουν μὴ ἔχοντα δῶρα. (ῃερς. 214.) μάλα γὰρ κεχολώσεται ἔμπης, εἰ μὴ δηλαδὴ

πεισθείης ἐκείνῳ. καλῶς ἄρα παρατρέχει τὸν γέροντα ὁ Τηλέμαχος, ἵνα μὴ βιασθεὶς

καὶ παραμείνας εἰκῆ διατρίψῃ καιρὸν ἐκεῖ. (ῃερς. 199.) Ὅρα δὲ καὶ ἐν τούτοις τὸ

παρὲξ ἄγε νῆα αἰτιατικῇ συνταχθέν. (ῃερς. 197.) Ἰστέον δὲ, ὅτι τὸ ἐκ πατέρων

ἑρμηνευτικόν ἐστι τοῦ διαμπερὲς, καὶ ὅτι ταυτὸν ξένους ἐκ πατέρων φιλότητος

εἰπεῖν καὶ ξένους πατρῴους, ὁποῖοι καὶ ἐν Ἰλιάδι Γλαῦκος καὶ ∆ιομήδης. (ῃερς. 206.)

Τὸ δὲ νηῒ ἐνὶ πρύμνῃ τῷ μέρει τῇ πρύπνῃ συμπαρέλαβε τὸ ὅλον τὴν νῆα κατὰ ἰδέαν

περιβολῆς. κεῖται δὲ τὸ σχῆμα καὶ ἐν τοῖς ἑξῆς. (ῃερς. 212.) Τὸ δὲ, οἷος ἐκείνου θυμὸς

ὑπέρβιος καὶ ἑξῆς, φιλικὴν βίαν φράζει. Θυμὸς δὲ ὑπέρβιος ἢ ὁ χόλος· διὸ ἐπήγαγε

τὸ, μάλα γὰρ κεχολώσεται· ἢ βιαία ψυχὴ, ὡς δηλοῖ τὸ, οὔ σε μεθήσει, ἐξ οὗ μεθήμων

ὁ ἀμελητής. Τοῦ δὲ εἴσεται ἐνεστὼς εἴω τὸ πορεύομαι, οὗ μνεία καὶ πρὸ ὀλίγων ἦν.

Ἐπὶ δὲ τούτοις ὅρα καὶ ὅτι εὐτελῆ καὶ μὴ ἀναγκαῖα παρατρέχων ὁ ποιητὴς, εἰ καὶ

εἶχε πλατύνειν καὶ ἀπ' αὐτῶν τὴν ποίησιν, ὅμως οὔτε Πεισιστράτου οὔτε Νέστορος

μεμνήσεται τί δή ποτε μετὰ ταῦτα πεποιήκασι καὶ εἴτε εἶπέ τι ὁ Πεισίστρατος τῷ

πατρὶ εἴτε καὶ μὴ, καὶ εἴτε ἐδυσχέρανεν ὁ γέρων εἴτε καὶ μή. Ἔτι δὲ ὅρα καὶ ὡς

ἐψεύσατο κατά τινα 2.97 περιπέτειαν ἀναγκαίως ὁ Τηλέμαχος. ὑπέσχετο μὲν γὰρ τῷ

Μενελάῳ, ὡς πάντα τάδ' ἐλθόντες καταλέξομεν τῷ Νέστορι. οὐ ποιεῖ δὲ αὐτὸ, οἷα

ἐπειγόμενος εἰς τὴν πατρίδα διὰ τὸ ἐκ τῆς Ἑλένης οἰωνίσασθαι, ὡς ἴσως οἴκοι ἐστὶν

ἄρτι Ὀδυσσεύς. διὸ καὶ εἶπεν ὅτι ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι. (ῃερς. 218.) Ὅτι τὰ τῆς

νηὸς ὅπλα τεύχεα καὶ ἐνταῦθα λέγει διὰ τὸ ταυτοδυνάμους τὰς λέξεις εἶναι κατὰ

πολυωνυμίαν. φησὶ γὰρ Τηλέμαχος· ἐγκοσμεῖτε τὰ τεύχεα ἑταῖροι νηῒ μελαίνῃ, αὐτοί

τ' ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο, ἤγουν περάσωμεν διὰ κελεύθου τῆς κατὰ

θάλασσαν. μετ' ὀλίγα δὲ ὁ αὐτὸς κελεύσει τοῖς ἑταίροις ὅπλων ἅπτεσθαι, τὰ τεύχεα

ὅπλα εἰπών. (ῃερς. 222.) Ὅτι ἐπιτηδείως κἀνταῦθα ὁ ποιητὴς ἱστορικὸν ἐπεισόδιον

τῇ αὐτοῦ ποιήσει ἐγκατατίθεται, ἀφορμὴν εὑρηκὼς τὴν τοῦ μάντεως Θεοκλυμένου

ἔλευσιν εἰς τὸν Τηλέμαχον καὶ τὴν αὐτοῦ γενεαλογίαν, ὡς ῥηθήσεται. καὶ οὕτω

ποικιλίαν τῇ ποιήσει τεχνᾶται, ὡς καὶ ἐν ἄλλοις ποιεῖ. ἔστι δὲ ἃ περὶ τοῦ

Θεοκλυμένου λέγει, τοιαῦτα· ὁ μὲν δὴ, τουτέστιν ὁ Τηλέμαχος, ἐπονεῖτο θύων.

σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ, τηλεδαπὸς, φεύγων ἐξ Ἄργεος, αὐτῆς δὴ τῆς πόλεως,

(ῃερς. 224.) ἄνδρα κατακτὰς, μάντις. ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν, τοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

110

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!