18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

συμβουλεύεται. (ῃερς. 128.) Ἐν δὲ τῷ, σὺ δέ μοι χαίρων, ἢ περιττὸν κεῖται τὸ μοˉι,

ὡς καὶ ἐν ἄλλοις γίνεται, ἢ ἀντὶ τοῦ, χαίρων ὅσον τὸ ἐπ' ἐμοὶ, εἰ καὶ τυχὸν ἄλλοθεν

οὐκ ἔσται σοι τοῦτο. (ῃερς. 131.) Ὅτι ἐν Ἰλιάδι μὲν πείρινθα εἶπεν ὁ ποιητὴς τὸ τῆς

ἁμάξης ἄνω τοῦ ἄξονος φορτοφόρον πλινθίον. καὶ ζητητέον ἐκεῖ περὶ τούτου.

ἐνταῦθα δὲ Πεισίστρατος ἐς πείρινθα δίφρου, ἔνθα ὁ διφρηλάτης ἐκάθητο, ὡς ἐκεῖ ὁ

ἁμαξηλάτης, τὰ βασιλικὰ δῶρα τίθησιν, ἃ πάντα θηήσατο θυμῷ, ὡς εἶναι οὕτως

αὐτὰ θηητά. λέγοι δὲ ἂν πείρινθα κατὰ τὸ ἐοικὸς τῆς λέξεως τὸ περίθεμα, ὡς ἀπὸ τῆς

περˉι προθέσεως καὶ τοῦ θῶ τὸ τίθημι. εἴη δ' ἂν πείρινθα καὶ ἡ πρὸ τούτων ῥηθεῖσά

που ὑπερτερία ἐπὶ τῆς κατὰ τὴν Ναυσικάαν ἁμάξης, ὅ περ οἱ ὕστερον ἐσχάραν

καλοῦσι. ζητητέον δὲ, εἴ περ πείρινς πείρινθος ἡ εὐθεῖα τῆς λέξεως ταύτης εἴτε τὸ

πείρινθον. (ῃερς. 140.) Ὅτι ἐν τῷ, κρέα δαίετο καὶ νέμε μοίρας, τὸ μὲν νέμε τὸν

ὕστερον κρεανόμον ὑποβάλλει νοεῖν, τὸ δὲ δαίετο τὸν δαιτρὸν παρετυμολογεῖ.

συστέλλει δὲ τὸ κρέα τὴν λήγουσαν ἐνταῦθα, ὡς ἀποκοπὴν παθὸν ἐκ τοῦ κρέατα. διὸ

καὶ δάκτυλον ἀπαρτίζει. φησὶ γάρ· Βοηθοίδης κρέα δαίετο. εἰ δὲ καὶ ἴσως ἐκτέταται,

συνίζησιν ἡ λέξις πάσχει ἐπὶ σπονδείου ἀπαρτισμῷ. ἐν τούτοις δὲ κρεανομεῖ μὲν ὁ

Βοηθοίδης Ἐτεωνεὺς, οἰνοχοεῖ δὲ ὁ τοῦ βασιλέως παῖς. φησὶ γάρ· ᾠνοχόει δ' υἱὸς

Μενελάου κυδαλίμοιο. (ῃερς. 148.) Ὅτι τοῖς βασιλικοῖς νεανίαις ἀναβεβηκόσιν εἰς τὸ

ἅρμα, οἶνόν τε μελίφρονα δίδωσιν ὁ βασιλεὺς ἐν δέπαϊ χρυσέῳ ἔχων ἐν χειρὶ

δεξιτερῇ διὰ τὸ εὐοιώνιστον, ἵνα λείψαντε, τουτέστι σπείσαντες, κιοίτην ἤγουν

ἀπέλθοιεν. καὶ 2.95 χαίρετον, ὦ κοῦροι, φησὶ, καὶ Νέστορι ποιμένι λαῶν εἰπεῖν,

τουτέστιν εἴπατε αὐτὸ τοῦτο τὸ χαίρειν. διατί; ἦ γὰρ ἔμοιγε πατὴρ ὣς ἤπιος ἦεν ἐν

Τροίᾳ. (ῃερς. 156.) ἐπὶ δὲ τούτοις τῷ Τηλεμάχῳ εὐξαμένῳ, ὡς αἲ γὰρ ἐγὼ νοστήσας,

τουτέστιν Ἰθάκηνδε κιὼν Ὀδυσεῖ ἐνὶ οἴκῳ εἴποιμι ὡς παρὰ σεῖο τυχὼν φιλότητος

ἁπάσης ἔρχομαι. (ῃερς. 159.) αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλὰ, εἰ καὶ μὴ ὅσα

ἐκεῖνος ἐκ Φαιάκων, ἐπέπτατό φησι δεξιὸς ὄρνις αἰετὸς, ἀργὴν χῆνα φέρων

ὀνύχεσσι πέλωρον ἥμερον ἐξ αὐλῆς, οἱ δ' ἰΰζοντες ἕποντο ἀνέρες ἠδὲ γυναῖκες. ὁ δέ

σφιν ἐγγύθεν ἐλθὼν δεξιὸς ἤϊξε πρόσθ' ἵππων, οἱ δὲ ἰδόντες γήθησαν (ῃερς. 165.) καὶ

πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη. ὃ δὴ περίφρασίς ἐστι τοῦ γήθησαν. καὶ ὁ μὲν

Νεστορίδης φράζεο δὴ Μενέλαε φησὶν εἴτε ἡμῖν τόδ' ἔφῃνε θεὸς τέρας ἢ σοὶ αὐτῷ,

τέρας τὸ σημεῖον εἰπών. οὐ γάρ τι παρὰ φύσιν ἐπράχθη, ἵνα καὶ τέρας εἴη. (ῃερς. 169.)

Μενέλαος δὲ μερμήριζεν, ὅπως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας, ὅ ἐστιν ἐμελέτα

σκεπτόμενος, πῶς ἂν προσηκόντως νοήσας ἀποκριθείη. οὕτω γὰρ οἶδε φράζειν ὁ

ποιητὴς, οἷα μὴ εἰδὼς τὴν παρὰ τοῖς ὕστερον δραματικὴν ἢ καὶ ἀλλοίαν ὑπόκρισιν.

(ῃερς. 171.) Ἑλένη δὲ ἐν τοσούτῳ τανύπεπλος ὑποφθαμένη, τουτέστι φθάσασα καὶ

προλαβοῦσα διὰ ὀξύτητα φύσεως καὶ ἀγχίνοιαν, εὐφυὴς γὰρ καὶ ἐν τοῖς φθάσασι

δέδεικται, λύει τὸ ἄπορον πρὸ τοῦ ἀνδρὸς, εἰποῦσα· κέκλυτέ μευ, αὐτὰρ ἐγὼ

μαντεύσομαι, ὡς ἐνὶ θυμῷ ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω. ἃ δὴ καὶ

ἀλλαχοῦ κεῖνται. (ῃερς. 174.) ὡς ὅδε χῆν' ἥρπαξεν ἀτιταλλομένην ἐνὶ οἴκῳ ἐλθὼν ἐξ

ὄρεος ὅθι οἱ γενεή τε τόκος τε, ὣς Ὀδυσσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλ' ἐπαληθεὶς

οἴκαδε νοστήσει καὶ τίσεται, (ῃερς. 177.) ἠὲ καὶ ἤδη οἴκοι ἐστὶ μνηστῆρσι κακὸν

πάντεσσι φυτεύων, νοήσασα, ὡς εἰκὸς, ἡ Ἑλένη τοῦτο ἐκ τοῦ ἅμα τῇ εὐχῇ τὸν

ῥηθέντα φανῆναι χηνοφόρον ἀετὸν, ἢ καὶ ἐκ τοῦ ἐγγύθεν ἐλθεῖν δεξιόν. καὶ ὁ

Τηλέμαχος τὴν τοῦ τέρατος λύσιν μαθὼν καὶ εὐξάμενος οὕτω γενέσθαι καὶ εἰπὼν,

ὡς εἰ τοῦτο γένηται, καὶ κεῖθι, τουτέστιν ἐν τῇ Ἰθάκῃ θεῷ ὣς εὐχετοῴμην, ἤγουν

εὐχοίμην ἄν σοι δίκην θεοῦ, ἐφ' ἵπποιϊν μάστιν βάλε καὶ ἤρξατο ἀπέρχεσθαι,

ἡνιοχῶν αὐτὸς ἐνταῦθα οἷα ἐκ τοῦ Πεισιστράτου ἤδη μαθών. ταπρῶτα γὰρ ἐκ Πύλου

εἰς τὴν Σπάρτην ἐκεῖνος ἡνιόχευεν. (ῃερς. 150.) ἐν τούτοις δὲ καὶ λέξις κεῖται

ποιητικὴ τὸ, δέπαϊ δεδισκόμενος, ὅ ἐστι δεξιούμενος, ὃ ἐν ἄλλοις δειδισκόμενος ἔφη

ὡς ἀπὸ τοῦ δέχω, δέκω, δίσκω, δεδίσκω, καὶ δειδίσκω κατὰ διχρόνου ἐπένθεσιν.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

108

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!