Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ... Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

τρόπῳ Λακωνικὸν οὐδ' ἁπλοῦν ἔχων, ἀλλὰ πολὺ τὸ πανοῦργον καὶ τὸ θηριῶδες. τῇ δὲ γραφῇ τοῦ ἀνωτέρω σημειωθέντος σκύπφου μετὰ τοῦ ˉπ συνθετέον εἰς μνείαν καὶ τὸν γράψαντα αἰόλον ὄπφιν διὰ τοῦ ˉπ καὶ ˉφ ἐν τῇ Ἰλιάδι. ὅτι δὲ καὶ ὠοσκύφιον ποτήριον ἦν διπύθμενον, ἕνα μὲν πυθμένα ἔχον τὸν συγκεχαλκευμένον, 2.93 ἕτερον δὲ πρόσθετον ὀξὺν, ἄνω λήγοντα δὲ εἰς πλατεῖαν βάσιν, καὶ ὅτι ποτήριόν τι καὶ τὸ ὠὸν, οἷον, οἶνος κεκραμένος ἐν ὠῷ χρυσῷ, καὶ ὅτι ὠῷ τοιούτῳ καὶ σκύφει ποιμενικῷ συγκροτεῖται τὸ ὠοσκύφιον εἰς σύνθεσιν, οἱ παλαιοὶ δηλοῦσιν. (ῃερς. 97.) Ὅτι Ἐτεωνεὺς, ὃς οὐ πολὺ ναῖεν ἀπ' αὐτοῦ ἤτοι τοῦ Μενελάου, πιστὸς δὲ οὗτος ἐφάνη θεράπων τῷ βασιλεῖ, πῦρ ἀνέκαυσε κελευσθεὶς χάριν τῶν ξένων, (ῃερς. 94.) καὶ ὤπτησε κρεῶν τῶν ἀπολελειμμένων ἔτι ἀπαρασκευάστων, ὥς φασιν οἱ παλαιοὶ, ὡς ἐδήλωσε καὶ τὸ, δεῖπνον τετυκεῖν ἅλις ἔνδον ἐόντων. Καὶ ὅρα τὸ, κρεῶν ὤπτησεν, Ἀττικῶς λεχθὲν, ὡς καὶ τὸ, βοὸς βεβρωκὼς, καὶ ὅσα τοιαῦτα. μετ' ὀλίγον δὲ καὶ δειπνήσαντες οἱ βασιλικοὶ παῖδες ἀπέρχονται. (ῃερς. 92. σθθ.) Ἐν τούτοις δὲ καὶ οἰκονομικόν τι κεῖται παράγγελμα, ἔνθα τῇ τε ἀλόχῳ καὶ ταῖς δμωαῖς ἐκέλευσεν ὁ βασιλεὺς δεῖπνον ἑτοιμάσαι. διδάσκει γὰρ πραγματικῶς ὁ ποιητὴς μὴ δίχα τῆς γυναικὸς δεῖν εἶναι τὸν ἄνδρα κελεύειν ταῖς κατ' οἶκον γυναιξί. Θεόφραστος δὲ ὕστερον γράψας αὐτός τε παραδέδωκεν καὶ ὡς οὐδὲ γυναιξὶν ἀνδρὸς δίχα χρὴ μετεῖναι τῆς ἀνδρωνίτιδος. (ῃερς. 103.) Ὅτι κρατερὸς Μεγαπένθης ὁ ἐκ δούλης, ὡς καὶ προϊστόρηται, τῷ Μενελάῳ γεννηθεὶς, κρητῆρα φαεινὸν ἐκ τοῦ πατρὸς λαβὼν ἔθηκε φέρων προπάροιθεν Τηλεμάχου ἀργύρεον, οὗ χρυσῷ ἐπὶ χείλεα κεκράανται. (ῃερς. 120.) αὐτὸς δὲ ὁ βασιλεὺς δέπας λαβὼν ἀμφικύπελλον ἐν χερσὶ τοῦ Τηλεμάχου ἔθετο, οὗ τὴν ὕλην ἐνταῦθα μὲν σιωπᾷ Ὅμηρος. ἐμφαίνει δὲ ὅμως χρύσεον εἶναι αὐτὸ, ἐν οἷς λέγει τὸν Τηλέμαχον θεῖναι ἐν τῇ νηῒ ἐσθῆτά τε χρυσόν τε. οὐ γὰρ δή που λέγει τοῦτο διὰ τὸν κρατῆρα, ὃς ἀργύρεος ὢν ὅλος ἔχει τι καὶ χρυσοῦ περὶ τὰ χείλη. καὶ οὕτω μὲν ὁ βασιλεὺς δωροφορεῖ τῷ ξένῳ ἐκ θαλάμου λαβὼν τοῦ κατὰ τὸν ἐν Ἰλιάδι κηώεντος ὅθι οἱ κειμήλια κεῖτο. (ῃερς. 104.) Ἑλένη δὲ, εἰ καί τις κρατὴρ Ἑλένης παροιμιάζεται διάφορος, ὡς εἰκὸς, τὴν κατασκευὴν καὶ πρέπων ἡρωΐδι τοιαύτῃ, ἀλλ' αὐτὴ οὐ κρατῆρα δίδωσιν ὁμοίως τῷ ἀνδρί. φωριαμοῖσι δὲ παρίστατο, ἔνθ' ἔσαν οἱ πέπλοι παμποίκιλοι οὓς κάμεν αὐτὴ, ἤτοι καμοῦσα ἔτευξεν, ἢ περὶ οὓς ἔκαμε. τῶν ἕν' ἀειραμένη Ἑλένη δῖα γυναικῶν, ὃν πέπλον καὶ ἐπαινῶν ὁ ποιητὴς λέγει καὶ τὰ ἐν Ἰλιάδι γραφέντα· ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος, ἀστὴρ δ' ὣς ἀπέλαμπεν, ἔκειτο δὲ νείατος ἄλλων, ὡς ἔκκριτος δηλαδή. (ῃερς. 125.) ὃν καὶ χειρίζουσα τῷ Τηλεμάχῳ ἔφη ἐλλαμπομένη τῷ δώρῳ· δῶρόν τοι καὶ ἐγὼ, τέκνον φίλε, τοῦτο δίδωμι, μνῆμ' Ἑλένης χειρῶν πολυηράτου ἐς γάμου ὥρην σῇ ἀλόχῳ φορέειν. τείως δὲ φίλῃ παρὰ μητρὶ κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν. (ῃερς. 111.) οὕτω δέ πως καὶ ὁ Μενέλαος πρὸ αὐτῆς ἔφη, νόστον ὅπως φρεσὶ σῇσι μενοινᾷς, ὥς τοι θεὸς τελέσειε. λόγοι δὲ οὗτοι εὐκτικοὶ ἐπὶ ἀπελεύσει ξένου. Ἰστέον δὲ ὅτι ῥηθείη μὲν ἂν ὁ δεδηλωμένος ἀργύρεος κρατὴρ ἀργύρωμα. μάλιστα δὲ ποτηρίοις ἡ τοιαύτη λέξις ἁρμόττει, ὡς δηλοῖ τὸ, ἐξ ἀργυρωμάτων καὶ χρυσῶν πίνει, ὁ πρότερον οὐχ' ὅπως ἐξ ἀργυρωμάτων οὐκ ἔχων πίνειν ἀλλ' ἐκ κεραμεῶν καὶ τούτων ἐνίοτε κολοβῶν. φασὶ δὲ μὴ Ἑλληνικὴν τὴν λέξιν εἶναι. οἱ γὰρ ἑλληνίζοντες οὐκ ἀργυρώματα καὶ χρυσώματα φασὶν, ἀλλ' ἀργυροῦν καὶ χρυσοῦν κόσμον. (ῃερς. 116.) Ὅτι δὲ ὁ ῥηθεὶς κρατὴρ κάλλιστος καὶ τιμηέστατός ἐστι καὶ ὅτι Φαίδιμος αὐτὸν τῷ βασιλεῖ ἐδωρήσατο Σιδονίων βασιλεὺς, ἐν τοῖς πρὸ τούτων δεδήλωται. καὶ ἀπαραποίητοι οἱ ἐνταῦθα στίχοι κεῖνται καὶ ἐκεῖ. (ῃερς. 120.) Τοῦ δὲ ἀμφικύπελλον ὅτι ἁπλοῦν ἔστι τὸ κύπελλον, πολλαχοῦ δηλοῦται. ὅθεν καὶ ἡ κυπελλὶς καὶ ὁ κυπελλοχάρων. εἰ δὲ περὶ ἀμφικυπέλλου ἐδηλώθη ἐν τοῖς εἰς τὴν Ἰλιάδα, ὅμως οὐ πάρεργον κἀνταῦθα θεῖναι ὅτι κατὰ τὸν δειπνοσοφιστὴν ἀμφικύπελλον οὐδὲν ἄλλο Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 106

σημαίνει ἢ ὅτι ἦν ἀμφίκυρτον. Σιληνὸς δὲ τὸ μὴ ἔχων ὦτα. ἕτεροι δὲ τὴν ἀμφˉι ἀντὶ τῆς περˉι νοοῦντες ἀμφικύπελλόν φασι τὸ περίποτον, ἤγουν τὸ πάντοθεν πίνειν ἐπιτήδειον. Παρθένιος δὲ διὰ τὸ περικεκυρτῶσθαι τὰ ὠτάρια. κυφὸν γὰρ εἶναι τὸ κυρτόν. Ἀνίκητος δὲ κύπελλον μὲν φιάλη φησίν. ἀμφικύπελλον δὲ ὑπερφίαλον, ὑπερήφανον καὶ καλόν. λέγει δὲ καὶ ὡς τὸ κύπελλον διαλλάσσει ἀλείσου τε καὶ δέπαος τῷ κυφὸν εἶναι. ἀπὸ γὰρ κυφότητος κύπελλον καὶ ἀμφικύπελλον, ὡς οἷον κυρτὸν καὶ ἀμφίκυρτον ἀπὸ τῶν ὤτων, διὰ τὸ τοιαῦτα εἶναι τῇ κατασκευῇ καὶ παραπλήσια πέλλαις συνηγμέναις μᾶλλον εἰς τὸ κυφώτερον. λέγει δὲ καὶ ὡς καὶ Κύπριοι οὕτω φασὶ τὸ δίωτον ποτήριον. εἰ δὲ ταῦθ' οὕτως ἔχει, θετέον ἄλεισον μὲν καὶ δέπας εἴς τι ταυτὸν, σκύφος δὲ καὶ πέλλαν καὶ κύπελλον καὶ ἀμφικύπελλον εἰς ἑτεροίαν ὁμοιότητα. ὅτι δὲ ὅθεν τὸ κύφος, ἐκεῖθεν καὶ κυφὸς ὁ κυρτὸς καὶ κύφων ὁ παρὰ τῷ κωμικῷ, προδηλότατόν ἐστι. (ῃερς. 104.) Φωριαμοὺς δὲ λέγει Ὅμηρος 2.94 τὰς πεπλοδόχους χηλοὺς, παρὰ τὸ φᾶρος, ὥς φασιν οἱ παλαιοί. ὅτι δὲ τοιοῦτοι οἱ φωριαμοὶ, δηλοῖ καὶ τὸ, ἔνθα ἔσαν πέπλοι. ἑτέρωθι δὲ καὶ ὁ τόνος τῆς λέξεως ταύτης κεκανόνισται. (ῃερς. 119.) Κεῖται δ' ἐνταῦθα καὶ τὸ νοστῆσαι ἀντὶ τοῦ ἁπλῶς ἐλθεῖν, ἔνθα φησὶ Μενέλαος ὡς τὸν ῥηθέντα κρατῆρα δέδωκεν αὐτῷ ὁ Σιδόνιος βασιλεὺς νοστήσαντι ἐκεῖσε εἰς αὐτὸν, ἤγουν ἐλθόντα ἁπλῶς. ἴσως δὲ καὶ αὐτὸ ἐπὶ τοῦ οἴκαδε ἐπανελθεῖν εἴρηται. εἰ γὰρ καὶ μὴ εἰς Σιδόνα ἐνόστησεν ὁ Μενέλαος, ἀλλ' ἐν τῷ οἴκαδε παλιννοστεῖν ἐπλανήθη ἐκεῖ. (ῃερς. 109.) Ἔτι ἐν τούτοις κεῖται καὶ τὸ, ἔβησαν ἰέναι διὰ δώματα, ὅ περ ἐν ἄλλοις διὰ δῶμα εἴρηται ἀσυνήθως. τῷ γὰρ σύνηθες βαίνειν διὰ δωμάτων καὶ διὰ δώματος. Ὅμηρος δὲ ἰσοδυναμεῖν οἶδε τῇ κατˉα τὴν διˉα πρόθεσιν. (ῃερς. 108.) Τὸ δὲ ἀστὴρ ὣς ἀπέλαμπεν ἐτυμολογίαν τε ἀστέρος ὑποβάλλει νοεῖν, ὃς ἀπὸ τοῦ αἴθειν, ὅ πέρ ἐστι λάμπειν, λέγεται, καὶ ἀρχὴν ἐνδέδωκεν ἐπαίνου τοῖς εἰποῦσι τὸν καλὸν Μένανδρον ἀστέρα τῆς νέας κωμῳδίας. μάλιστα δὲ αὐτὸ ἐκ τοῦ ἀστέρι ὀπωρινῷ ἐναλίγκιος εἴληπται. Ὅτι δὲ ὁ ῥηθεὶς ἀργύρεος κρατὴρ καὶ ὁ χάλκεος λέβης καὶ τὸ χρύσεον δέπας καὶ τὰ τοιαῦτα μετουσιαστικὰ ὄντα διαφέρει τοῦ ὁμοίου τύπου τῶν σωματικῶν τῷ ἀπὸ ἀψύχων γίνεσθαι, οἱ παλαιοὶ παραδιδόασι. (ῃερς. 125.) Τὸ δὲ τέκνον φίλε ὅτι Ἀττικῶς ἐσχημάτισται, προεσαφηνίσθη ἐν τοῖς φθάσασιν. Ἰστέον δὲ ὅτι δύναται τοῦτο καὶ διὰ στιγμῆς ὀρθοῦσθαι εἰς τὸ κοινότερον, ἵνα λέγῃ, ὦ τέκνον, ὦ φίλε. (ῃερς. 126.) Μνῆμα δὲ νῦν ἁπλῶς τὴν μνήμην λέγει. ἐξ οὗ δῆλον ὅτι καὶ τὸ νεκρικὸν μνῆμα οὕτω καλεῖται διὰ τὴν ἐξ αὐτοῦ μνήμην τοῦ ποτὲ ζῶντος. δῆλον δὲ ὅτι ταυτὸν ὥς περ τρῶμα τρώμη, βρῶμα βρώμη, οὕτω καὶ μνῆμα μνήμη. Ἐν δὲ τῷ, Ἑλένης χειρῶν, σεμνῶς ἡ ἡρωῒς τὸ ἑαυτῆς ἔφη ὄνομα κατά τινα ἐξοχὴν καὶ μεγαλειότητα διὰ τὸ αὐτῆς πολυθρύλητον. οὕτω δὲ καὶ ὁ ποιητὴς χαίρων κἀνταῦθα τῇ αὐτῆς μνήμῃ ἐκ περιττοῦ καὶ εἰς οὐδὲν δέον ἐμνήσθη αὐτῆς ἐν τῷ, ἕνα τῶν πέπλων ἀειραμένη Ἑλένη ἔφερεν. ἐκεῖ γὰρ οὐκ ἀναγκαίως πρόσκειται τὸ Ἑλένη. διότι καὶ ἄλλως αὐτὴ ἐξηκούετο κατ' ἀκολουθίαν τοιαύτην. Ἑλένη δὲ παρίστατο φωριαμοῖς, ἔνθ' ἔσαν πέπλοι. τῶν ἕν' ἀειραμένη ἔφερεν, ὥστε τὸ, Ἑλένη ἔφερεν, ἐκ περισσοῦ κεῖται διὰ φιλίαν Ὁμηρικήν. ἐθέλει γὰρ συχνὰ καὶ πρὸς ὄνομα μεμνῆσθαι αὐτῆς ὁ ποιητής. (ῃερς. 126.) Τὸ δὲ, πολυηράτου, ἀμφιβολίαν ἔχει. ἄδηλον γὰρ εἴτε πολυηράτου Ἑλένης ῥητέον, εἴτε γάμου πολυηράτου. τοῦτο δὲ ἢ διὰ τοὺς κατὰ τὸν γάμον ἔρωτας ἢ διὰ τὸ εὐκταῖον αὐτοῦ χάριν τεκνογονίας, ἢ καὶ διότι πολλῶν εὐχῶν χρεία τοῖς περὶ γάμους, ἵνα τύχοιεν ἀγαθῶν γυναικῶν. Ὅτι δὲ δεξιωτάτη ἱστουργεῖν ἡ Ἑλένη, δηλοῖ καὶ ἐν Ἰλιάδι τὰ τῆς δίπλακος, ᾗ τοὺς τῶν Ἀχαιῶν ἐκείνη ἄθλους ἐνέπασσεν, ἀρχέτυπον αὐτὴν τιθεμένη τῆς Ὁμηρικῆς ποιήσεως. (ῃερς. 127.) Τὸ δὲ, τέως δὲ φίλῃ παρὰ μητρὶ κείσθω, ἑτεροῖον ἐστὶν ὧν πρὸ μικροῦ ὁ Τηλέμαχος ἐνόει, λογιζόμενος δμωΐδι ἀναθέσθαι τὰ καθ' ἑαυτόν. ἐκεῖνος μὲν γὰρ ἐγίνωσκεν ἄλλα, ἡ Ἑλένη δὲ οὐκ οἶδε τὰ κατὰ τὴν Πηνελόπην ὅπως ἔχουσι, διὸ καὶ αὐτῇ παρατεθῆναι τὸν πέπλον Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 107

τρόπῳ Λακωνικὸν οὐδ' ἁπλοῦν ἔχων, ἀλλὰ πολὺ τὸ πανοῦργον καὶ τὸ θηριῶδες. τῇ

δὲ γραφῇ τοῦ ἀνωτέρω σημειωθέντος σκύπφου μετὰ τοῦ ˉπ συνθετέον εἰς μνείαν

καὶ τὸν γράψαντα αἰόλον ὄπφιν διὰ τοῦ ˉπ καὶ ˉφ ἐν τῇ Ἰλιάδι. ὅτι δὲ καὶ

ὠοσκύφιον ποτήριον ἦν διπύθμενον, ἕνα μὲν πυθμένα ἔχον τὸν συγκεχαλκευμένον,

2.93 ἕτερον δὲ πρόσθετον ὀξὺν, ἄνω λήγοντα δὲ εἰς πλατεῖαν βάσιν, καὶ ὅτι ποτήριόν

τι καὶ τὸ ὠὸν, οἷον, οἶνος κεκραμένος ἐν ὠῷ χρυσῷ, καὶ ὅτι ὠῷ τοιούτῳ καὶ σκύφει

ποιμενικῷ συγκροτεῖται τὸ ὠοσκύφιον εἰς σύνθεσιν, οἱ παλαιοὶ δηλοῦσιν. (ῃερς. 97.)

Ὅτι Ἐτεωνεὺς, ὃς οὐ πολὺ ναῖεν ἀπ' αὐτοῦ ἤτοι τοῦ Μενελάου, πιστὸς δὲ οὗτος

ἐφάνη θεράπων τῷ βασιλεῖ, πῦρ ἀνέκαυσε κελευσθεὶς χάριν τῶν ξένων, (ῃερς. 94.)

καὶ ὤπτησε κρεῶν τῶν ἀπολελειμμένων ἔτι ἀπαρασκευάστων, ὥς φασιν οἱ παλαιοὶ,

ὡς ἐδήλωσε καὶ τὸ, δεῖπνον τετυκεῖν ἅλις ἔνδον ἐόντων. Καὶ ὅρα τὸ, κρεῶν

ὤπτησεν, Ἀττικῶς λεχθὲν, ὡς καὶ τὸ, βοὸς βεβρωκὼς, καὶ ὅσα τοιαῦτα. μετ' ὀλίγον

δὲ καὶ δειπνήσαντες οἱ βασιλικοὶ παῖδες ἀπέρχονται. (ῃερς. 92. σθθ.) Ἐν τούτοις δὲ

καὶ οἰκονομικόν τι κεῖται παράγγελμα, ἔνθα τῇ τε ἀλόχῳ καὶ ταῖς δμωαῖς ἐκέλευσεν

ὁ βασιλεὺς δεῖπνον ἑτοιμάσαι. διδάσκει γὰρ πραγματικῶς ὁ ποιητὴς μὴ δίχα τῆς

γυναικὸς δεῖν εἶναι τὸν ἄνδρα κελεύειν ταῖς κατ' οἶκον γυναιξί. Θεόφραστος δὲ

ὕστερον γράψας αὐτός τε παραδέδωκεν καὶ ὡς οὐδὲ γυναιξὶν ἀνδρὸς δίχα χρὴ

μετεῖναι τῆς ἀνδρωνίτιδος. (ῃερς. 103.) Ὅτι κρατερὸς Μεγαπένθης ὁ ἐκ δούλης, ὡς

καὶ προϊστόρηται, τῷ Μενελάῳ γεννηθεὶς, κρητῆρα φαεινὸν ἐκ τοῦ πατρὸς λαβὼν

ἔθηκε φέρων προπάροιθεν Τηλεμάχου ἀργύρεον, οὗ χρυσῷ ἐπὶ χείλεα κεκράανται.

(ῃερς. 120.) αὐτὸς δὲ ὁ βασιλεὺς δέπας λαβὼν ἀμφικύπελλον ἐν χερσὶ τοῦ

Τηλεμάχου ἔθετο, οὗ τὴν ὕλην ἐνταῦθα μὲν σιωπᾷ Ὅμηρος. ἐμφαίνει δὲ ὅμως

χρύσεον εἶναι αὐτὸ, ἐν οἷς λέγει τὸν Τηλέμαχον θεῖναι ἐν τῇ νηῒ ἐσθῆτά τε χρυσόν

τε. οὐ γὰρ δή που λέγει τοῦτο διὰ τὸν κρατῆρα, ὃς ἀργύρεος ὢν ὅλος ἔχει τι καὶ

χρυσοῦ περὶ τὰ χείλη. καὶ οὕτω μὲν ὁ βασιλεὺς δωροφορεῖ τῷ ξένῳ ἐκ θαλάμου

λαβὼν τοῦ κατὰ τὸν ἐν Ἰλιάδι κηώεντος ὅθι οἱ κειμήλια κεῖτο. (ῃερς. 104.) Ἑλένη δὲ,

εἰ καί τις κρατὴρ Ἑλένης παροιμιάζεται διάφορος, ὡς εἰκὸς, τὴν κατασκευὴν καὶ

πρέπων ἡρωΐδι τοιαύτῃ, ἀλλ' αὐτὴ οὐ κρατῆρα δίδωσιν ὁμοίως τῷ ἀνδρί.

φωριαμοῖσι δὲ παρίστατο, ἔνθ' ἔσαν οἱ πέπλοι παμποίκιλοι οὓς κάμεν αὐτὴ, ἤτοι

καμοῦσα ἔτευξεν, ἢ περὶ οὓς ἔκαμε. τῶν ἕν' ἀειραμένη Ἑλένη δῖα γυναικῶν, ὃν

πέπλον καὶ ἐπαινῶν ὁ ποιητὴς λέγει καὶ τὰ ἐν Ἰλιάδι γραφέντα· ὃς κάλλιστος ἔην

ποικίλμασιν ἠδὲ μέγιστος, ἀστὴρ δ' ὣς ἀπέλαμπεν, ἔκειτο δὲ νείατος ἄλλων, ὡς

ἔκκριτος δηλαδή. (ῃερς. 125.) ὃν καὶ χειρίζουσα τῷ Τηλεμάχῳ ἔφη ἐλλαμπομένη τῷ

δώρῳ· δῶρόν τοι καὶ ἐγὼ, τέκνον φίλε, τοῦτο δίδωμι, μνῆμ' Ἑλένης χειρῶν

πολυηράτου ἐς γάμου ὥρην σῇ ἀλόχῳ φορέειν. τείως δὲ φίλῃ παρὰ μητρὶ κείσθω ἐνὶ

μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν. (ῃερς.

111.) οὕτω δέ πως καὶ ὁ Μενέλαος πρὸ αὐτῆς ἔφη, νόστον ὅπως φρεσὶ σῇσι μενοινᾷς,

ὥς τοι θεὸς τελέσειε. λόγοι δὲ οὗτοι εὐκτικοὶ ἐπὶ ἀπελεύσει ξένου. Ἰστέον δὲ ὅτι

ῥηθείη μὲν ἂν ὁ δεδηλωμένος ἀργύρεος κρατὴρ ἀργύρωμα. μάλιστα δὲ ποτηρίοις ἡ

τοιαύτη λέξις ἁρμόττει, ὡς δηλοῖ τὸ, ἐξ ἀργυρωμάτων καὶ χρυσῶν πίνει, ὁ πρότερον

οὐχ' ὅπως ἐξ ἀργυρωμάτων οὐκ ἔχων πίνειν ἀλλ' ἐκ κεραμεῶν καὶ τούτων ἐνίοτε

κολοβῶν. φασὶ δὲ μὴ Ἑλληνικὴν τὴν λέξιν εἶναι. οἱ γὰρ ἑλληνίζοντες οὐκ

ἀργυρώματα καὶ χρυσώματα φασὶν, ἀλλ' ἀργυροῦν καὶ χρυσοῦν κόσμον. (ῃερς. 116.)

Ὅτι δὲ ὁ ῥηθεὶς κρατὴρ κάλλιστος καὶ τιμηέστατός ἐστι καὶ ὅτι Φαίδιμος αὐτὸν τῷ

βασιλεῖ ἐδωρήσατο Σιδονίων βασιλεὺς, ἐν τοῖς πρὸ τούτων δεδήλωται. καὶ

ἀπαραποίητοι οἱ ἐνταῦθα στίχοι κεῖνται καὶ ἐκεῖ. (ῃερς. 120.) Τοῦ δὲ ἀμφικύπελλον

ὅτι ἁπλοῦν ἔστι τὸ κύπελλον, πολλαχοῦ δηλοῦται. ὅθεν καὶ ἡ κυπελλὶς καὶ ὁ

κυπελλοχάρων. εἰ δὲ περὶ ἀμφικυπέλλου ἐδηλώθη ἐν τοῖς εἰς τὴν Ἰλιάδα, ὅμως οὐ

πάρεργον κἀνταῦθα θεῖναι ὅτι κατὰ τὸν δειπνοσοφιστὴν ἀμφικύπελλον οὐδὲν ἄλλο

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

106

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!